Επικοινωνήστε μαζί μας στο εμαιλ: filoumenosgr@ hotmail.gr

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΝΕΟΜΑΡΤΥΡΑ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΤΟΝ ΥΔΡΑΙΟΝ

αγιος Κωνσταντίνος υδραίος

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ω῾ς εὐσεβείας ἀθλητὴς οὐρανόφρων, καὶ τῶν Μαρτύρων κοινωνὸς γενναιόφρων, ὑπὲρ ἡμῶν ἱκέτευε, ἀπαύστως τὸν Θεόν, ἵνα πάσης θλίψεως, Κωνσταντῖνε ῥυσθῶμεν, οἱ ἀνευφημοῦντές σου, μαρτυρίου τοὺς ἄθλους, δι᾿ ὧν φωστὴρ ἀνέτειλας λαμπρός, τῇ Ἐκκλησίᾳ ἐκ Ῥόδου πανεύφημε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· «Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς».

Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Εὐχαῖς σου ἀπαύστοις πρὸς τὸν Θεόν, Μάρτυς Κωνσταντῖνε, τὴν εἰρήνην αἴτει ἡμῖν· σὺ γὰρ μαρτυρίου τοῖς ἀγῶσιν, εἰρήνης ὤφθης υἱὸς γνησιώτατος.

Υ῾ψόθεν ἐπίβλεψον ἐφ᾿ ἡμᾶς, τοὺς ἀπεγνωσμένους, διὰ πλῆθος ἁμαρτιῶν, αἰτούμενος πᾶσι σωτηρίαν, παρὰ Θεοῦ Κωνσταντῖνε πανεύφημε.

Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων τοῖς ἄθλοις, ὑπερήστραψας ὡς φωστήρ, φωτίζων παμμάκαρ Κωνσταντῖνε, τοὺς προσιόντας πιστῶς τῇ πρεσβείᾳ σου.

Θεοτοκίον.

Α᾽φράστως κυήσασα τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν πολυτρόπων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον.

Ὠιδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ι῾ερεῖον προσήχθης, τῷ Λυτρωτῇ ἄμωμον, ἀπαιωρηθείς τῇ ἀγχόνῃ, ὡς πλήρης πίστεως. Ὅθεν τῆς πίστεως, ὦ Κωνσταντῖνε ἐν πέτρᾳ, τὰς ψυχὰς ἑδραίωσον, τῶν εὐφημούντων σε.

Σωτηρίαν ἐξαίτει, καὶ τῶν ψυχῶν ἴασιν, Μάρτυς ἱερὲ Κωνσταντῖνε, τοῖς μακαρίζουσι, τοῦ μαρτυρίου σου, τὰς ὑπὲρ νοῦν ἀριστείας, δι᾿ ὧν ἐταπείνωσας, πλάνης τὴν ἔπαρσιν.

Στηλιτεύσας τὴν πλάνην, μαρτυρικοῖς ἄθλοις σου, τῆς ἀθανασίας τὴν χάριν, ἐκαρποφόρησας· ὅθεν ἱκέτευε, ὑπὲρ ἡμῶν Κωνσταντῖνε, ἵνα χάριν εὕρωμεν, καὶ θεῖον ἔλεος.

Θεοτοκίον.

Οὐρανόθεν Παρθένε, ἐν ἱλαρῷ ὄμματι, ἐπὶ τοὺς πιστούς σου οἰκέτας, εὐσπλάγχνως πρόσβλεψον, αὐτοῖς βραβεύουσα, τὰς σωτηρίους ἐκφάνσεις, τῆς κηδεμονίας σου, Θεοχαρίτωτε.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ε᾿ν Ῥόδῳ στεῤῥῶς, ἀθλήσας μέχρις αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ ὄνομα ἐδόξασας, καὶ ζωῆς τῆς κρείττονος, Κωνσταντῖνε Μάρτυς ἐπέτυχες. Ἀλλὰ μὴ παύσῃ πάντοτε ἡμῖν, αἰτούμενος πᾶσι τὰ συμφέροντα.

Ὠιδὴ δ΄. Εἰσακήκοα Κύριε.

Υ῾μνολόγων σου ἔνδοξε, εὐμενῶς τὸν ἔπαινον προσδεχόμενος, Κωνσταντῖνε αὐτοὺς λύτρωσαι, τῶν πικρῶν σκανδάλων τοῦ ἀλάστορος.

Χαριστήριον αἶνόν σοι, ᾄδομεν τῇ δόξῃ σου ἀνακράζοντες· Κωνσταντῖνε τοῖς τιμῶσί σε, κραταιὸς προστάτης ἐπιφάνηθι.

Α᾿κεσώδυνον φάρμακον, ἔχοντες πρεσβείαν σου τὴν οὐράνιον, Κωνσταντῖνε παμμακάριστε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

Θεοτοκίον.

Ρ῾οῦν Μαρία Θεόνυμφε, τῶν παθῶν μου δέομαι ἀποξήρανον, ἡ ξηράνασα τὴν θάλασσαν, τῆς πολυθεῒας τῇ λοχείᾳ σου.

Ὠιδὴ ε΄. Φώτισον ἡμᾶς.

Ι῎ασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίματα, τῶν αἰτούντων Κωνσταντῖνε θαυμαστέ, ἐκ καρδίας ταχινόν σε ἀντιλήπτορα.

Νεῦσον εὐμενῶς, ἱκετῶν σου ταῖς δεήσεσι, Κωνσταντῖνε παρεχόμενος αὐτοῖς, αἰτημάτων σωτηρίων τὴν ἐκπλήρωσιν.

Δίδου συμπαθῶς, τὴν βοήθειάν σου Ἅγιε, τοῖς Ῥοδίοις ἐξαιρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως.

Θεοτοκίον.

Ι῞λεων ἡμῖν, Θεονύμφευτε ἀπέργασαι, τὸν ἐκ σοῦ ἐνανθρωπήσαντα φρικτῶς, καὶ λυτρώσαντα τῆς πλάνης τὸ ἀνθρώπινον.

Ὠιδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Δυνάμει τοῦ Παναγίου Πνεύματος, ἰαμάτων τὴν ἀέναον χάριν, τοῖς προσιοῦσιν ἀφθόνως ἐκβλύζεις, ἐκ τῶν τιμίων λειψάνων σου Ἅγιε, πᾶσαν ἀσθένειαν ψυχῆς, καὶ σαρκὸς Κωνσταντῖνε ἰώμενος.

Ο῾ μέγιστος Κωνσταντῖνε ἔνδοξε, πολιοῦχος τῆς λαμπρᾶς Ῥοδονήσου, ταύτην μὴ παύσῃ αἰσίως φυλάττων, ὑπὸ τὴν θείαν σου σκέπην προστρέχουσαν, καὶ εὐφημοῦσαν ἐν ᾠδαῖς, μαρτυρίου σου Μάρτυς τὰ τρόπαια.

Υ῾πέρτερον Κωνσταντῖνε ἔργασαι, ἐμπαθείας ἱκετεύω τὸν νοῦν μου, καὶ μετανοίας αὐτὸν ἐν τῇ πέτρᾳ, τῇ ἀντιλήψει σου Μάρτυς στερέωσον, ἵνα εὐάρεστον Θεῷ, ἑαυτὸν παραστήσω ὁ ἄθλιος.

Θεοτοκίον.

Καταύγασον τὴν ψυχήν μου Ἄχραντε, φωταυγείᾳ τῆς πολλῆς χάριτός σου, καὶ τοῦ φωτός με ἀξίωσον Μῆτερ, ἐν σωφροσύνῃ τὰς τρίβους πορεύεσθαι, χειραγωγοῦσα με ἀεί, τῇ προνοίᾳ τῆς σῆς ἀντιλήψεως.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τοῦ μαρτυρίου τελέσας τὸν δίαυλον, τῆς αἰωνίου ζωῆς κατηξίωσαι· διὸ Κωνσταντῖνε πανεύφημε, ταῖς πρὸς Θεὸν ἀκοιμήτοις πρεσβείαις σου, μὴ παύσῃ ἡμῶν προϊστάμενος.

Προκείμενον. Ἦχος δ΄.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου… Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ζῆλον τὸν οὐράνιον, ἐν τῇ ψυχῇ δεδεγμένος, τοῖς τυράννοις ἔνδοξε, τοῦ Χριστοῦ τὸ ὄνομα, ἀνεκήρυξας, καὶ ὥσπερ ἄσαρκος, τὰς σφοδρὰς βασάνους, ὑπομείνας καὶ τὸν θάνατον, πρὸς τὴν ἀείζωον, δόξαν Κωνσταντῖνε ἀνέδραμες, δρεπόμενος τὰ ἔπαθλα, τοῦ ὑπερφυοῦς μαρτυρίου σου. Ὅθεν δυσωποῦμεν, ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἔσο ἡμῖν σκέπη πάντοτε, τοῖς ὑμνολογοῦσί σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

Ὠιδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Υ῾περζέσας τῇ πίστει, Κωνσταντῖνε παμμάκαρ, ὡς ἀγαπήσας Χριστόν, τῶν πρόπαλαι Μαρτύρων, ἐν χρόνοις τῆς δουλείας, ἐμιμήσω τὴν ἔνστασιν, μεθ᾿ ὧν ἐξαίτει ἡμῖν, συγχώρησιν πταισμάτων.

Ρ῾όδος Μάρτυς χορεύει, τῇ ἁγίᾳ σου δόξῃ, καὶ ἀνακράζει πιστῶς· Θεόφρον Κωνσταντῖνε, ὡς ἔχων παῤῤησίαν, πρὸς τὸν εὔσπλαγχνον Κύριον, ἐκ πάσης βλάβης πικρᾶς, λύτρωσαι τὸν λαόν σου.

Ι᾿ατρεῖον ὑπάρχει, Κωνσταντῖνε τρισμάκαρ, ἀσθενειῶν χαλεπῶν, λειψάνων σου ἡ θήκη, ἣν πόθῳ προσκυνοῦντες, ἀκορέστως βοῶμέν σοι· Χαῖρε Μαρτύρων φαιδρόν, ἀγλάϊσμα καὶ κλέος.

Θεοτοκίον.

Λογισμῶν πονηρίας, συνεχόμενος ζάλῃ, ἐπιβουλαῖς τοῦ ἐχθροῦ, πρὸς σὲ Θεοκυῆτορ, ὁ τάλας καταφεύγω, καὶ κραυγάζω ἐκ πίστεως· Ἐλέησόν με ταῖς σαῖς, λιταῖς πρὸς τὸν Δεσπότην.

Ὠιδὴ η΄. Τὸν Βασιλέα.

Λῦσον πταισμάτων, τῶν ζοφερῶν μου τὸ σκότος, φωταυγείᾳ Νεομάρτυς Κωνσταντῖνε, τῆς πρὸς τὸν Δεσπότην, λαμπρᾶς σου μεσιτείας.

Ω῏ Κωνσταντῖνε, τοῦ Ἰησοῦ Νεομάρτυς, τοῖς ἐν θλίψεσιν ὑπάρχουσι παντοίαις, ἀντιλήψεώς σου, τὰς παροχὰς παράσχου.

Μὴ καταισχύνῃς, τοὺς ταπεινούς σου ἱκέτας, ἀλλὰ πλήρου Κωνσταντῖνε Νεομάρτυς, ἃς προσάγουσί σοι, ἐκ πίστεως αἰτήσεις.

Θεοτοκίον.

Α῎χραντε Μῆτερ, Εὐλογημένη Μαρία, τὴν ταχείαν σου βοήθειαν παράσχου, τοῖς ὑμνολογοῦσι, τὸν ἄφραστον σου τόκον.

Ὠιδὴ θ΄. Κυρίως Θεοτόκον.

Ρ῾οαῖς τῆς χάριτός σου, Μάρτυς Κωνσταντῖνε, τὴν ταπεινήν μου καρδίαν ἀνάψυξον, φλογιζομένην ἀθλίως, παθῶν τῷ καύσωνι.

Τυράννων ὁ αἰσχύνας, Μάρτυς Κωνσταντῖνε, τὴν ἐπηρμένην κακίαν τοῖς ἄθλοις σου, ἁμαρτιῶν τυραννίδος, ἡμᾶς ἀπάλλαξον.

Υ῾πὲρ τῆς Ῥοδονήσου, Μάρτυς Κωνσταντῖνε, τῆς καυχωμένης ἐνθέως τῇ δόξῃ σου, Χριστὸν ἀπαύστως δυσώπει, τὸν σὲ δοξάσαντα.

Θεοτοκίον.

Σωμάτων ἀσθενείας, Κεχαριτωμένη, τῇ μητρικῇ σου ἀπάλλαξον χάριτι, τοὺς καταφεύγοντας πίστει, τῇ ἀντιλήψει σου.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.

Χαίροις Κωνσταντῖνε Μάρτυς Χριστοῦ, τῆς ὁμολογίας, ὁ οὐράνιος θησαυρός· χαίροις ὁ ἐν Ῥόδῳ, ἀνδρείως μαρτυρήσας, καὶ ταύτης πολιοῦχος, ὑπάρχων μέγιστος.

Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, τὸν μέγαν τῆς Ῥόδου, πολιοῦχον οἱ εὐσεβεῖς, χαίροις ἐκβοῶντες, παμμάκαρ Κωνσταντῖνε, τῶν πρόπαλαι Μαρτύρων, ὁ ἰσοστάσιος.

Δεῦτε ἀνυμνήσωμεν ἀδελφοί, τὸν μέγαν προστάτην, τῶν Ῥοδίων καὶ βοηθόν, αὐτῷ ἐκβοῶντες· Μὴ παύσῃ Κωνσταντῖνε, ὑπὲρ ἡμῶν πρεσβεύων, τῷ Πανοικτίρμονι.

Χαίροις ὁ τῆς Ὕδρας θεῖος βλαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα θαυμαστόν· Χαίροις Κωνσταντῖνε, ὁ ἐν ἐσχάτοις χρόνοις, τὸν ζῆλον τῶν Μαρτύρων, ἐκμιμησάμενος.

Χαίρων τῇ ἀγχόνῃ ἀνυψωθείς, Χριστοῦ Κωνσταντῖνε, ἀναδέδειξαι μιμητής· διὸ νῦν ἐνδόξως, αὐτῷ συμβασιλεύων, μνημόνευε τῶν πόθῳ, ἀνευφημούντων σε.

Α῎νθος ἡλικίας διὰ Χριστόν, ζήλῳ εὐσεβείας, παμμακάριστε παριδών, προθύμως ἐγεύσω, Μαρτύρων τοῦ κρατῆρος, καὶ τούτων Κωνσταντῖνε, ὤφθης ὁμόσκηνος.

Ε῎χων παῤῤησίαν πρὸς τὸν Θεόν, τὸν δοξάσαντά σε, Κωνσταντῖνε ἐν οὐρανῷ, φύλαττε καὶ σκέπε, τὴν νῆσον τῶν Ῥοδίων, ἐνθέως καυχωμένην, τῷ μαρτυρίῳ σου.

Πάρεσο ὑπέρμαχος κραταιός, Μάρτυς Κωνσταντῖνε, καὶ ἀκοίμητος βοηθός, τοῖς προσερχομένοις, τῷ θείῳ σου λειψάνῳ, καὶ ἐπιβοωμένοις, τὴν προστασίαν σου.

Χάριν ἰαμάτων πεπλουτηκώς, ὡς τῆς εὐσεβείας, θεοδόξαστος ἀθλητής, τοὺς συνεχομένους, θεόφρον Κωνσταντῖνε, ἀσθενειῶν ὀδύναις, εὐσπλάγχνως ἴασαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίρων τῇ ἀγχόνῃ ὑψωθείς, ὡς ὁ Βασιλεὺς τῶν αἰώνων, τῷ ζωηφόρῳ Σταυρῷ, τῶν ἐχθρῶν τὴν ἔπαρσιν, στεῤῥῶς κατῄσχυνας, καὶ ζωῆς πρὸς αἰώνιον, ἀνέδραμες λῆξιν, νίκαις κλεϊζόμενος, τοῦ μαρτυρίου σου. Ὅθεν τοὺς πιστῶς σε τιμῶντας, ῥῦσαι συμφορῶν τῶν ἐν βίῳ, Μάρτυς Κωνσταντῖνε θεοδόξαστε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι᾿ εὐχῶν τῶν ἁγίων…

Δίστιχον.
Κωνσταντῖνε φύλαττε τῇ χάριτί σου,
Τὸν τῆς Ῥόδου Κύριλλον προσπίπτοντά σοι.

Related Posts
0 Comments

No Comment.