ιβ´. Ὁ Θεός, ἥλιός ἐστι δικαιοσύνης, ὡς γέγραπται· πᾶσιν ἁπλῶς τὰς ἀκτῖνας ἐπιλάμπων τῆς ἀγαθότητος· ἡ δὲ ψυχή, ἢ κηρὸς ὡς φιλόθεος, ἢ πηλὸς ὡς φιλόϋλος κατὰ τὴν γνώμην γίνεσθαι πέφυκεν· ὥσπερ οὖν ὁ πηλὸς κατὰ φύσιν ἡλίῳ ξηραίνεται· ὁ δὲ κηρός, φυσικῶς ἁπαλύνεται· οὕτω καὶ πᾶσα ψυχὴ φιλόϋλος καὶ φιλόκοσμος ἀπὸ Θεοῦ νουθετουμένη, καὶ ὡς πηλὸς κατὰ τὴν γνώμην ἀντιτυποῦσα, σκληρύνεται· καὶ ἑαυτὴν ὠθεῖ κατὰ τὸν Φαραὼ πρὸς ἀπώλειαν· πᾶσα δὲ φιλόθεος, ὡς κηρὸς ἁπαλύνεται, καὶ τοὺς τῶν θείων τύπους καὶ χαρακτῆρας εἰσδεχομένη, γίνεται Θεοῦ κατοικητήριον ἐν πνεύματι.
ιγ´. Ὁ τὸν νοῦν ταῖς θείαις καταστράψας νοήσεσιν, καὶ τὸν λόγον ἐθίσας θείοις ὕμνοις ἀπαύστως γεραίρειν τὸν Κτίσαντα, καὶ ταῖς ἀκηράτοις φαντασίαις καθαγιάσας τὴν αἴσθησιν· οὗτος τῷ φυσικῷ κατ᾿ εἰκόνα καλῷ, προσέθηκε τὸ καθ᾿ ὁμοίωσιν γνωμικὸν ἀγαθόν.
ιδ´. Φυλάττει τις τῷ Θεῷ τὴν ψυχὴν ἀκηλίδωτον, εἰ τὴν μὲν διάνοιαν περὶ μόνου Θεοῦ, καὶ τῶν αὐτοῦ ἀρετῶν διανοεῖσθαι βιάσαιτο· τὸν δὲ λόγον, ὀρθὸν ἑρμηνέα καὶ ἐξηγητὴν τῶν αὐτῶν ἀρετῶν καταστήσειε· καὶ τὴν αἴσθησιν εὐσεβῶς τὸν ὁρατὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα φαντάζεσθαι διδάξειε, τὴν τῶν ἐν αὐτοῖς λόγων μεγαλειότητα τῇ ψυχῇ διαγγέλλουσαν.
ιε´. Ὁ τῆς πικρᾶς δουλείας τῶν τυραννούντων δαιμόνων ἐλευθερώσας ἡμᾶς Θεός, φιλάνθρωπον θεοσεβείας ἡμῖν ζυγὸν ἐδωρήσατο, τὴν ταπεινοφροσύνην· δι᾿ ἧς πᾶσα μὲν διαβολικὴ δαμάζεται δύναμις· (1089) πᾶν δὲ τοῖς ἑλομένοις αὐτὴν ἀγαθὸν δημιουργεῖται, καὶ ἀραδιούργητον διαφυλάττεται.
ιστ´. Ὁ πιστεύων, φοβεῖται· ὁ δὲ φοβούμενος ταπεινοῦται· ὁ δὲ ταπεινούμενος, πραΰνεται, τὴν τῶν παρὰ φύσιν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας κινημάτων ἀνενέργητον ἕξιν λαβών· ὁ δὲ πραΰς, τηρεῖ τὰς ἐντολάς· ὁ δὲ τηρῶν τὰς ἐντολάς, καθαίρεται· ὁ δὲ καθαρθείς, ἐλλάμπεται· ὁ δὲ ἐλλαμφθείς, ἐν τῷ ταμιείῳ τῶν μυστηρίων ἀξιοῦται τῷ νυμφίῳ Λόγῳ συγκοιτασθῆναι.
http://users.uoa.gr/~nektar/orthodoxy/tributes/osios-maximos/