Ἄρχοντες Λαῶν συνήχθησαν, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
Λόγον παράνομον, κατέθεντο κατ’ ἐμοῦ, Κύριε, Κύριε, μὴ ἐγκαταλίπης με.
Τὰς αἰσθήσεις ἡμῶν, καθαρὰς τῶ Χριστῷ παραστήσωμεν, καὶ ὡς φίλοι αὐτοῦ, τὰς ψυχὰς ἡμῶν θύσωμεν δι’ αὐτόν, καὶ μὴ ταὶς μερίμναις τοῦ βίου, συμπνιγῶμεν ὡς ὁ Ἰούδας, ἀλλ’ ἐν τοῖς ταμείοις ἡμῶν κράξωμεν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἀπὸ τοῦ πονηροῦ ῥύσαι ἡμᾶς.
Ἔδραμε λέγων ὁ Ἰούδας, τοῖς παρανόμοις γραμματεῦσι. Τί μοι θέλετε δοῦναι, κᾀγὼ ὑμῖν παραδώσω αὐτόν, ἐν μέσῳ δὲ τῶν συμφωνούντων, αὐτὸς εἱστήκεις ἀοράτως συμφωνούμενος. Καρδιογνώστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.
Ἐν τῷ δείπνῳ σου Χριστὲ ὁ Θεός, τοῖς Μαθηταῖς σου προέλεγες· Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.
Σήμερον ὁ Ἰούδας, παραποιεῖται θεοσέβειαν, καὶ ἀλλοτριοῦται τοῦ χαρίσματος, ὑπάρχων μαθητής, γίνεται προδότης, ἐν ἤθει φιλικῷ, δόλον ὑποκρύπτει, καὶ προτιμᾶται ἀφρόνως τῆς τοῦ Δεσπότου ἀγάπης, τριάκοντα ἀργύρια ὁδηγὸς γενόμενος, συνεδρίου παρανόμου. Ἡμεῖς δὲ ἔχοντες σωτηρίαν τὸν Χριστόν, αὐτὸν δοξάσωμεν.
Τοῖς συλλαβοῦσί σε παρανόμοις, ἀνεχόμενος, οὕτως ἐβόας Κύριε· Εἰ καὶ ἐπατάξατε τὸν ποιμένα, καὶ διεσκορπίσατε τὰ δώδεκα πρόβατα τοὺς Μαθητάς μου, ἠδυνάμην πλείους, ἢ δώδεκα λεγεῶνας παραστῆσαι Ἀγγέλων· ἀλλὰ μακροθυμῶ, ἵνα πληρωθῇ, ἃ ἐδήλωσα ὑμῖν διὰ τῶν Προφητῶν μου, ἄδηλα καὶ κρύφια. Κύριε δόξα σοι.
Ἔστησαν τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ. Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενής, διὰ τοῦτο γρηγορεῖτε.
Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.
Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. (ἐκ γ’). Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. (ἐκ γ’). Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.