Επικοινωνήστε μαζί μας στο εμαιλ: filoumenosgr@ hotmail.gr

Παρακλητικός Κανών εἰς τὸν Ἅγιον Νικόλαον Πλανᾶν (προστάτη τῶν ἐγγάμων)

Ἀρχ. Νικόδημου Παυλόπουλου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ψαλμὸς 142.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος.

Εἶτα τα τροπάρια τοῦ Ἁγίου.

Οἱ Νικοδήμου συμπολῖται προσέλθετε καί σύν ἐκείνῳ τόν Πλανᾶν ἀπαντήσατε τόν μετ’ Ἐκεῖνον ἅγιον ὑμῶν καί πανηγυρίσατε τῶ Θεῶ ἐκβοῶντες, Δέσποτα ὑμνοῦμεν Σε, τόν ἐσχάτοις τοῖς χρόνοις προσενεγκόντα ἅγιον κλεινόν δεύτερον ἄλλον Νικόλαον ὅσιον.

Δόξα Πατρί. Καὶ νῦν. Οὐ σιωπήσομεν ποτέ.


Ὁ Ν’ Ψαλμὸς

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών.

Ὠδή α’ ἦχος πλ. δ’ (Ὑγράν διοδεύσας)

Ὁσίων ὁμόσκηνος, ὦ Πλανᾶ, Νικόλαε πάτερ, σύ γενόμενος, ἐπειδάν, ὁσίως κεκοίμησαι Κυρίῳ ὅν ἐκδυσώπει πταισμάτων μέ ρύσασθαι.

Πατέρων ὁμόζηλος, ὦ Πλανᾶ, Νικόλαε πάτερ διετέλεσας, ἱεράν τήν θείαν τελῶν σύ Λειτουργίαν καί ὁσημέραι ὡς οὗτοι δεόμενος.

Λουόμενος δάκρυσιν, ὦ Πλανᾶ, Νικόλαε πάτερ, κατανύξεως γεηρᾶς, προσηύχεσο ὅσιε Κυρίῳ ἐντειλαμένοις τήν ἄφεσιν δίδοσθαι.

Θεοτοκίον
Ἀπάντων τά πταίσματα, ὦ Πλανᾶ, Νικόλαε πάτερ, ἐπωμίζεσο ἐν χαρᾶ καί πᾶσιν ἐπήρκεσας προθύμως τῆ Θεοτόκω ἀεί προσευχόμενος.

Ὠδή γ’. (Οὐρανίας ἀψίδος).

Νάξου νήσου βλαστός τε καί παραδείσου ὁ δεύτερος μετά Νικοδήμου ἐγένου ὧ συνορμώμενος καθικετεύεις νῦν τόν Σόν Θεόν καί Δεσπότην τοῖς Ναξίοις δίδοσθαι χάριν καί ἔλεος.

Ἁγιώτατε πάτερ τῆς Βουλιαγμένης ὁ ἔνθερμος καί τοῦ ἱεροῦ τοῦ Προδρόμου θύτης γενόμενος ταῖς ἱεραῖς σου λιταῖς τόν Σόν Θεόν ἐκδυσώπει φωτισμόν δωρήσασθαι καί θεῖον ἔλεος.

Σεραφείμ καί τῶν ἄλλων Ταγμάτων τρόπον μιμούμενος ἔζεις ἐν γῆ ὡς ἀκτήμων καί οὐχ ὡς ἔνυλος περιουσίαν σου τοῖς συγγενέσι προσνείμας καί τό σόν βαλάντιον πτωχοῖς κενούμενος.

Θεοτοκίον.
Παραμύθιον πᾶσιν ἁμαρτωλοῖς σύ γενόμενος καί τῆ Θεοτόκῳ ἐκθύμως σύ προσευχόμενος ἐν Ἐλισσαίου Ναῶ τάς ἀγρυπνίας ἐτέλεις καί ἐκ γῆς ἀνύψωνες πάντα ὡς ἔνθεος.

Ὠδή δ’. (Εἰσακήκοα Κύριε)

Λύπην πᾶσαν ἐμάκρυνας, τῶν μυχῶν ψυχῆς σου, ὅτε σύ ἔμεινας τῆς συζύγου δίχα, ὅσιε καί μονήρη βίον ἐπεπόθησας.

Ἀπηρνῆσο Νικόλαε, τῆς σαρκός σου πᾶσαν τυχόν εὐπάθειαν καί ἐβίωσας ὡς Ἄγγελος ἐπί γῆς ἔχων αὐτοκράτορα.

Ναίων, πάτερ Νικόλαε, ἐν βοῆ ὑδάτων πολλῶν ἐνίοτε τοῖς ποσίν ἀβρόχοις ἔφθασας Ναῶ Ἐλισσαίου καί ἠγρύπνησας.

Θεοτοκίον.
Ὥρας πλείστας, πανόσιε, Σοῦ δεήσεις θείας Θεῶ ἀνέφερες, Θεοτόκου δέ ἀνέμενες τήν θερμήν πρεσβείαν προαιτούμενος.

Ὠδή ε’. (Φώτισον ἡμᾶς).

Μόνε ἀγαθέ πανοικτίρμων καί φιλάνθρωπε ταῖς Νικολάου λιταῖς τοῦ Πλανᾶ τήν σήν εἰρήνην νῦν δός μοι καί ἄφεσιν.

Ἔλεος, τἀνύν, ἐλεῆμον καί φιλάνθρωπε, ταῖς τοῦ ὁσίου ἐνθέρμοις εὐχαῖς πᾶσι δίδου, καί πταισμάτων τήν συγχώρησιν.

Νόμου, ἀγαθέ, σύ γενόμενος ὑπήκοος νομοθέτησόν με θεῖαις διδαχαῖς ἵνα εὕρω τοῦ Χριστοῦ ὁδόν τήν ἄσφαλτον.

Θεοτοκίον.
Ὅλην, ἀγαθή, σύ Παντάνασσά μου Δέσποινα τήν σήν εὔνοιαν καί θείαν στοργήν Νικολάου ταῖς εὐχαῖς δίδου μοι, δέομαι.

Ὠδή στ’. (Τήν δέησιν).

Ἰκέτευε, ὦ Νικόλαε πάτερ, Πρόδρομόν τε καί προφήτην Ἐλισσαῖον οὕς φλογερῶς, ἐλειτούργεις, παμμάκαρ, τό καθ’ ἡμέραν ὡς θύτην δεόμενος καί δίδου πᾶσιν τήν εὐχήν προφητῶν καί ὁσίων, πανάγιε.

Σοῦ δέομαι, σαῖς πρεσβείαις ρῦσαι με, ἀμφιβλήστρῳ τοῦ ἐχθροῦ ἐμπεσόντα καί ἀσφαλῆ καί ἀσινῆ τήρησόν με, ἐν τῆ ζωῆ τῆ παρούση, ὦ ἅγιε, καί δίδου μοι τήν σήν εὐχήν ἵνα εὕρω καλῶν τήν ἀκρόρροιαν.

Ἐλεύθερον τῶν παθῶν ποίησόν με καί ποικίλων πειρασμῶν τε καί νόσων ὅσαι τἀνῦν κατατρύχουσι σῶμα μου, τό θνήτον καί φθάρτον τέ καί δείλαιον καί δίδου μοι ρῶσιν, ἰσχύν καί ὑγείαν καί θείαν βοήθειαν.

Θεοτόκιον.
Πανύμνητε, παναγία πρέσβειρα ταῖς θερμαῖς Νικολάου πρεσβείαις πᾶσιν ἡμῖν τοῖς οἰκτρῶς δεομένοις δίδου πταισμάτων συγνώμην καί ἄφεσιν καί σοῦ τήν θείαν ἀρωγήν ἵνα φύγωμεν κόσμου εὐπάθειαν.

Νικόλαε τήν δαψιλῆ Κυρίου χάριν λαμβάνων ἐπί ἡμᾶς τούς Ναξίους ταύτην ἐπίχεε καί φώτισον τάς καρδίας ἁπάντων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὣς ἔχουσα μητρικὴν παρρησίαν..

Ὁ Ἱερεύς μνημονεύει• εἶτα τὸ•
Κοντάκιον Ἦχος β’

Ὦ Νικόλαε Πλανᾶ παμμακάριστε καί τῆς Νάξου υἱέ εὐκλεέστατε Νικοδήμῳ, τῶ τοῦ Ἁγίου Ὄρους θαυμαστῶ συμπροσεύχου ἐσαεί πρό τοῦ θρόνου τοῦ Θεοῦ καί πατρός ἡμῶν Ἅγιε, ἵνα σῆ γενετείρα καί πάσῃ ψυχῆ ἀθλίᾳ, ἵλεως γένηται τἀνῦν καί οἰκτίρμων, θεοδόξαστε.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ᾿.

Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῇ, καἰ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (ιγ’, 1-9)

Τῷ καιρῷ ἐκείνῳ, παρῆσαν τινες ἀπαγγέλλοντες τῷ Ἰησοῦ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Ἤ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. Κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.

Δόξα. Ἦχος β’

Ταῖς τοῦ σου Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β’. (Ὄλην ἀποθέμενοι).

Ὅλην ἀποθέμενος Θεῷ Πλανᾶ τὴν καρδίαν παμμάκαρ Νικόλαε ἐκ παιδός ἐπόθησας ζῆν ὡς ἄριστα καί κατηκολούθησας μετά σήν χηρείαν Ἱερέως τὸ λειτούργημα καὶ τὸ ἐπάγγελμα τοῦ πνευματικοῦ πατρός, καὶ ἠρίστευσας ἐν θαύμασι πλείστοις καί στάσεσι παννύχοις, ἱερέ, οὐρανοφάντορ πατὴρ ἡμῶν, ὅθεν σε γεραίρομεν.

Τὸ. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου, κ.τ.λ.

Ὠδή ζ’. (Οἱ ἐκ τῆς Ἰουδαίας).

Ἡμῶν τῶν σὲ ὑμνούντων, ὦ πάτερ θεοφόρε γενοῦ εὐήκοος καὶ δέξαι τὰς δεήσεις καὶ ἐξομολογήσεις τῶν Ναξίων ἀοίδιμε καὶ πᾶσι δίδου χαρὰν καὶ ποθητὴν ὑγείαν.

Ρεόντων τῶν τοῦ βίου ἀποδήμησας πάτερ καὶ ἠκολούθησας τοῖς ἴχνεσι Κυρίου καί Σωτῆρος τοῦ κόσμου καί Αὐτῷ προσανέθηκας τὴν ἱεράν σου ψυχὴν μιμούμενος πατέρας.

Καρδίαν σου ὁσίαν καιομένη ἀπαύστως σὺ προσαπέδειξας τῷ πόθῳ τοῦ Κυρίου, ὡς λαμπάδα ἐν σκότει, καί ἱεράτευσας γενόμενός τε λειτουργός θαυματουργός καί μύστης.

Θεοτοκίον.
Ἑμοῦ τοῦ τρισαθλίου τὰς δεήσεις προσδέχου ὦ Μῆτερ πάναγνε λιταῖς τοῦ Νικολάου, τοῦ Πλανᾶ, τοῦ Ναξίου καὶ νῦν ἀνάγαγε τὴν αἴτησίν μου σῷ Υἱῷ ἵνα ρυσθῶ τοῦ πλάνου.

Ὠδή η’. (Τὸν Βασιλέα).

Σῶμὰ σου, πάτερ, ταπεινῶν ἐν νηστείαις χαμευνίαις, ἀγρυπνίαις ἄλλαις, πολλαῖς κακοπαθείαις, ὡμίλεις μετ’ ἀγγέλων.

Επί τῶν τοίχων προσκυνῶν τοὺς ἀγίους, σοῦ τὸ δέμας τὸ μικρὸν κατεγέλας βλέπων, ὡς ἐκεῖνοι ἔτεινὸν σοι τοὺς πόδας.

Ναξίων δῆμοι καί Παρίων ὡσαύτως προσκυνοῦμεν τῷ Ναῷ Νικολάου ὅνπερ νῦν προδήλως ἠγείραμεν ἐκ πόθου.

Θεοτοκίον.
Ἵδε Παρθένε, Θεοτόκε Μαρία, Νικολάου τοῦ Πλανᾶ τὰ τεκνία καὶ δὸς δὴ τοῦ Υἱοῦ σου τὴν θεὶαν προστασίαν.

Ὠδή θ’. (Κυρίως Θεοτόκον).

Κυρίως τῶν Ναξίων λαὸς καὶ Ἀθηνῶν τε συμπατριῶται καὶ φίλοι Χριστοῦ τοῦ Θεοῦ σὲ ἀνυμνούμεν ἀπαύστως Πλανᾶ Νικόλαε.

Ὀρίων τῶν τῆς Νάξου, Ἀθηνῶν τε ἐπίσης μακράν ἐξῆλθεν ἡ φήμη σου Πάτερ Πλανᾶ καὶ σοὶ προσέτρεχον πάντες ἐκ πεποιθήσεως.

Δίδου μοι τήν σήν χάριν ὁσιώτατε πάτερ, καὶ τὸ σὸν ἔλεος δέομαι θεῖε Πλανᾶ ἵν΄ εὕρω λύσιν πταισμάτων τῶν συνθλιβόντων με.

Παρθένε Θεοτόκε, Ἄχραντε Μαρία, σύν Νικολάῳ δυσώπει Χριστόν τόν Θεόν τοῦ εὐαρέστως με πράττειν θεῑα προστάγματα.

Τὸ Ἂξιον ἐστίν. Μεγαλυνάρια.

Τὸν ἐν ἱερεῦσι τερατοῦργον καὶ τὸν ἐν λευΐτας ἀνεξάντλητον λειτουργόν πεντήκοντα χρόνους εὐχόμενον Κυρίῳ Νικόλαον τὸν νέον πάντες τιμήσωμεν.

Τὸν τῆς νήσου Νάξου νέον βλαστὸν καὶ τῶν Ἀθηναίων ἱερώτατον λειτουργόν, Πλανᾶν τὸν πατέρα καὶ θεῖον ἀριστέα ἐν ὕμνοις πανεύφημοις νῦν καταστέψωμεν.

Τὸν Παπαδιαμάντη ὁμόφρονα καὶ Μωραϊτίδη φίλον ἔμπιστον ἐκλεκτὸν τὸν θεῖον ποιμένα εἰς Ἰλισσοῦ πεδία καὶ Βουλιαγμένης δήπου νῦν εὐφημήσωμεν.

Τὸν τῆς ἐγκρατείας μύστην τρανόν καὶ τῆς ἀγρυπνίας τὸν ὡραῖον μυσταγωγὸν τὸν ἐν ἐσχάτοις χρόνοις βιώσαντα ἀμέμπτως Νικόλαον τὸν θεῖον ἀνευφημήσωμεν.

Τὸν ποσὶν ἀβρόχοις ὑπὸ βροχὴν βαδίζοντα φθάσαι Ἐλισσαίου ἐν τῷ Ναῷ καὶ πλείστοις ἐν ἄλλοις σημείοις τὸν δειχθέντα θαυματουργὸν πατέρα συνεορτάσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον.

Καὶ τὸ τροπάριον. Ἦχος α᾿.

Τὰς τοῦ πλάνου παγίδας ἐκφυγών ἱερώτατε, ἀπλανῶς ἐπορεύθης διά βίου πατήρ ἡμῶν, Νικόλαε ἀοίδιμε Πλανᾶ, οὐράνια χαρίσματα λαβών, ἀγρυπνίαις καὶ νηστείαις, ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου* ὅν περ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καὶ ἡμῖν τὸ θεῖον ἔλεος.

Ὁ Ἱερεύς μνημονεύει, καἰ ἐν τῇ ἀπολύσει τὸ παρὸν προσόμοιον. Ἦχος β᾿ Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρὸν.

Δεῦτε νῦν κατίδωμεν πιστοὶ θαῦμα συντελούμενον μέγα ἐν τοῖς ἐσχάτοις καιροῖς ἐκ τῆς Νάξου ἅγιον νέον φανέντα ἡμῖν τὸν Πλανᾶν τὸν Νικόλαον, τὸν θαύμασι πλεῖστοις τοὺς ἁγίους φθάσαντα τῶν παλαιῶν γενεῶν καὶ τὸν θαυμαστώσαντα τοὺτον ἅγιον Θεὸν καὶ Πατέρα πάντες εὐγνωμόνως συνδοξάσωμεν.

Δέσποινα πρόσδεξαι…

Τήν πᾶσαν ἐλπίδα μου…

Δι’ εὐχῶν…

Νικόλαέ μου κλεινέ Νάξου
Νικόδημον δέξαι γράψοντά σοι Κανόνα.
 

 

Τον βίο του Αγίου μπορείτε να τον διαβάσετε εδω

Related Posts
0 Comments

No Comment.