Eze 1:15 καὶ ἴδον, καὶ ἰδοὺ
τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσιν.
Eze 1:16 καὶ τὸ εἶδος τῶν
τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα ἓν τοῖς τέσσαρσιν· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη
τροχὸς ἐν τροχῷ·
Eze 1:17 ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο. οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά,
Eze 1:18 οὐδ' οἱ νῶτοι αὐτῶν, καὶ ὕψος ἦν αὐτοῖς· καὶ ἴδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν
πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν.
Eze 1:19 καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ
τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς,
ἐξῄροντο οἱ τροχοί.
Eze 1:20
οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι· ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.
Eze 1:21 ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ ἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι
πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.
Eze 1:22 καὶ
ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτοῖς τῶν ζῴων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου, ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν·
Eze 1:23 καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν.
Eze 1:24 καὶ
ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ ὡς φωνὴν ὕδατος πολλοῦ· καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν.
Eze 1:25 καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν·
Eze 1:26
ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν.
Eze 1:27
καὶ ἴδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω ἴδον ὡς ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ.
https://sites.google.com/site/literaltr ... kiel?pli=1