Να πώ πρώτα οτι δεν αποφασίσουμε ποιος μας αρέσει εμας να είναι άγιος και ποιος όχι,άσχετα αν το δεχόμαστε ή οχι,εμείς μπορεί να εξετάζουμε με πολύ λογική,ο Θεός βλέπει πολλά περισσότερα στην καρδιά.Έτσι δίνει δυνατότητα,σε ένα δολοφόνο,έναν κλέφτη μια πόρνη να αγιάσει εφόσον μετανοήσει και αλλαξει ζωή.
Σας παραθέτω το απόσπασμα ,αποφασίστε μετά εσεις.
http://khazarzar.skeptik.net/pgm/PG_Mig ... astica.pdfΘεσσαλονίκη πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, εἰς μὲν τὸ Μακεδόνων ἔθνος
τελοῦσα, ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαΐας 307 καὶ μέντοι καὶ ἄλλων
παμπόλλων ἐθνῶν ὅσα τῶν Ἰλλυρίων τὸν ὕπαρχον ἡγούμενον ἔχει. ἐν ταύτῃ
στάσεως γενομένης τινὸς κατελεύ σθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινές.
ὁ δὲ βασιλεὺς ἐξαφθεὶς ὑπὸ τῶν ἀγγελθέντων οὐκ ἤνεγκε τοῦ θυμοῦ τὴν ὁρμὴν οὐδὲ
τῷ χαλινῷ τοῦ λογισμοῦ τὴν τούτου ῥύμην ἐκώλυσεν, ἀλλὰ τούτῳ τὴν ψῆφον
ἐξενεγκεῖν τῆς τιμωρίας ἐπέτρεψε. ταύτην δὲ τὴν ἐξουσίαν ἐκεῖνος λαβών, οἷα δὴ
αὐτόνομός τε καὶ τύραννος τὸν δεσμὸν ἀπορρήξας καὶ τοῦ λογισμοῦ διαφυγὼν τὸν
ζυγόν, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων
κατέκτεινεν. ἑπτὰ γάρ, ὥς φασιν, ἀνθρώπων ἀνῃρέθησαν χιλιάδες, οὐ κρίσεως
ἡγησαμένης καὶ τῶν τὰ δεινὰ ἐκεῖνα τετολμηκότων κατακριθέντων, ἀλλ' ὡς ἐν
ἀμήτῳ πάντων ὁμοῦ δίκην ἀσταχύων κατατμηθέντων. Ταύτην μαθὼν τὴν ὀδυρμῶν
γέμουσαν συμφορὰν Ἀμβρόσιος ἐκεῖνος, οὗ πολλάκις ἐμνήσθην, ἀφικόμενον εἰς τὴν
Μεδιό 308 λανον τὸν βασιλέα καὶ συνήθως εἰς τὸν θεῖον εἰσελθεῖν βουλη θέντα
νεὼν ὑπαντήσας ἔξω τῶν προθύρων, ἐπιβῆναι τῶν ἱερῶν 309 προπυλαίων τοιάδε
λέγων ἐκώλυσεν· "οὐκ οἶσθα ὡς ἔοικεν, ὦ βα σιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ
μέγεθος, οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ παῦλαν ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν· οὐκ ἐᾷ
γὰρ ἴσως τῆς βασιλείας ἡ δυναστεία ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ' ἐπι προσθεῖ ἡ
ἐξουσία τῷ λογισμῷ. χρὴ μέντοι εἰδέναι τὴν φύσιν καὶ τὸ ταύτης θνητόν τε καὶ
διαρρέον καὶ τὸν πρόγονον χοῦν ἐξ οὗ γεγόναμεν καὶ εἰς ὃν ἀπορρέομεν, καὶ μὴ τῷ
ἄνθει τῆς ἁλουργίδος ἀποβουκολούμενον ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν
ἀσθένειαν. ὁμοφυῶν ἄρχεις, ὦ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων· εἷς γὰρ ἁπάντων
δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων δημιουργός. ποίοις τοίνυν ὀφθαλμοῖς ὄψει τὸν
τοῦ κοινοῦ δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς
δὲ τὰς χεῖρας ἐκτε νεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ
τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ τῷ στόματι
προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτο διὰ τῶν τοῦ θυμοῦ λόγων ἐκχέαντι
παράνομον αἷμα; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν
παρανομίαν καὶ δέχου τὸν δεσμόν, ᾧ ὁ θεὸς ὁ τῶν ὅλων δεσπότης ἄνωθεν γίγνεται
σύμψηφος· ἰατρικὸς δὲ οὗτος καὶ πρόξενος ὑγείας." Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς
λόγοις (τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα
δὲ τῶν βασι λέων ἴδια), στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. χρόνου δὲ
συχνοῦ διελθόντος (ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες), κατέλαβεν ἡ τοῦ σωτῆρος ἡμῶν
γενέθλιος ἑορτή· ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις 310 ὀλοφυρόμενος καθῆστο, τὴν
τῶν δακρύων ἀναλίσκων λιβάδα. τοῦτο θεασάμενος Ῥουφῖνος (μάγιστρος δὲ
τηνικαῦτα ἦν καὶ πολλῆς μετεῖχε παρρησίας ἅτε δὴ συνηθέστερος ὤν), προσελθὼν
ἤρετο τῶν δακρύων τὸ αἴτιον. ὁ δὲ πικρὸν ἀνοιμώξας καὶ σφοδρότερον προχέας τὸ
δάκρυον· "σὺ μέν", ἔφη, "ὦ Ῥουφῖνε, παίζεις· τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν.
ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμ φοράν, λογιζόμενος ὡς τοῖς μὲν
οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς καὶ εἰσίασιν ἀδεῶς καὶ τὸν οἰκεῖον
ἀντιβολοῦσι δεσπό την, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀπο
κέκλεισται. μέμνημαι γὰρ τῆς δεσποτικῆς φωνῆς ἣ διαρρήδην φησίν· " ὃν ἂν δήσητε
ἐπὶ τῆς γῆς ἔσται δεδεμένος ἐν τοῖς οὐρανοῖς ". ὁ δέ· "δραμοῦμαι", ἔφη, "εἴ σοι δοκεῖ,
καὶ τὸν ἀρχιερέα πείσω λιπα ρήσας λῦσαί σοι τὰ δεσμά". "οὐ πείσεται", ἔφη ὁ
βασιλεύς. "οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασι
λείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον". Ἐπειδὴ δὲ πλείοσι χρησάμενος ὁ
Ῥουφῖνος λόγοις πείθειν ὑπέ σχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ
τάχος ἐκέ λευσεν· καὶ αὐτὸς δὲ ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς ἠκολούθησε μετὰ
βραχύ, ταῖς ὑποσχέσεσι τοῦ Ῥουφίνου πιστεύσας. αὐτίκα δὲ τὸν Ῥουφῖνον ἰδὼν ὁ
θεῖος Ἀμβρόσιος· "τὴν τῶν κυνῶν", ἔφη, "ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς. τοσαύτης
γὰρ μιαιφονίας γενόμενος σύμ βουλος τὴν αἰδῶ τῶν μετώπων ἀπέξυσας, καὶ οὔτε
ἐρυθριᾷς οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος". ἐπειδὴ δὲ ὁ
Ῥουφῖνος ἠντιβόλει καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου 311
πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος· "ἐγώ", ἔφη, "ὦ Ῥουφῖνε, προλέγω ὡς κωλύσω
τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων· εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι,
δέξομαι κἀγὼ μεθ' ἡδονῆς τὴν σφαγήν". τούτων ὁ Ῥουφῖνος ἀκούσας ἐμήνυσε διά
τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιερέως σκοπὸν καὶ μένειν εἴσω τῶν βασιλείων
παρῄνεσεν. Ὁ δὲ βασιλεὺς κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών· "ἄπειμι". ἔφη, "καὶ
τὰς δικαίας δέξομαι παροινίας". ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς
μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών, πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος (ἐν δὲ τῷ
ἀσπαστικῷ οἴκῳ οὗτος καθῆστο) ἐλιπάρει λυθῆναί οἱ τὸν δεσμόν. ὁ δὲ τυραννικὴν
ἐκάλει τὴν παρου σίαν, καὶ κατὰ θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε καὶ τοὺς
ἐκείνου νόμους πατεῖν. ὁ δὲ βασιλεύς· "οὐ θρασύνομαι", ἔφη, "κατὰ τῶν κειμένων
νόμων οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι, ἀλλὰ σὲ λῦσαί με
τῶν δεσμῶν ἀξιῶ καὶ τὴν τοῦ κοινοῦ δεσπότου φιλανθρωπίαν λογίσασθαι καὶ μὴ
κλεῖσαί μοι θύραν ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ δεσπότης ἀνέῳξεν". ὁ δὲ
ἀρχιε ρεύς· "ποίαν οὖν", ἔφη, "μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρα νομίαν;
ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα;" ὁ δὲ βασιλεύς· "σὸν ἔργον",
ἔφη, "τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι προσφερόμενα".
τότε ὁ θεῖος Ἀμβρόσιος· "ἐπειδὴ τῷ θυμῷ", ἔφη, "τὸ δικάζειν ἐπιτρέπεις καὶ οὐχ ὁ
λογισμὸς τὴν γνῶσιν ἀλλ' ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους
ἀργὰς 312 ποιοῦντα καὶ περιττάς. καὶ τριάκοντα ἡμέρας αἱ φονικαὶ καὶ δημευτι καὶ
μενέτωσαν γνώσεις ἐν γράμμασιν, τὴν τοῦ λογισμοῦ προσδε χόμεναι κρίσιν.
διελθουσῶν δὲ τῶνδε τῶν ἡμερῶν, οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα
δεικνύτωσαν. καὶ τηνικαῦτα τοῦ θυμοῦ πεπαυμένου, καθ' ἑαυτὸν δικάζων ὁ
λογισμὸς ἐξετάσει τὰ ἐγνωσμένα καὶ ὄψεται εἴτε ἄδικα εἴτε δίκαια εἴη. καὶ εἰ μὲν
εὕροι ἄδικα, δῆλον ὅτι διαρρήξει τὰ γεγραμμένα· εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ
τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις". ταύτην ὁ βασιλεὺς
δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβών, εὐθὺς γραφῆναί τε τὸν νόμον
ἐκέλευσε καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβε βαίωσε γράμμασι· τούτου δὲ γενομένου,
διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος. Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι
θαρρήσας τοῦ θείου νεώ, οὐχ ἑστὼς τὸν δεσπότην ἱκέτευεν οὐδὲ τὰ γόνατα κλίνας,
ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυϊτικὴν ἀφῆκε φωνήν· "ἐκολλήθη τῷ
ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου", καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς
τρίχας καὶ τὸ μέτωπον τύπτων καὶ ταῖς τῶν δακρύων σταγόσι τοὔδαφος
καταρραίνων συγγνώμης ἠντι βόλει τυχεῖν. ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ
τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων
ἐπέβη· προσενεγκὼν δὲ ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν. ἀλλὰ
πάλιν ὁ μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ' ἐξεπαί δευσε τὴν τῶν τόπων διαφοράν.