θανάτῳ θάνατον πατήσας
καὶ τοῖς ἐν τοῖς μνήμασι
ζωὴν χαρισάμενος.
Στιχ.α΄ Αναστήτω ο Θεός, και διασκορπισθήτωσαν οι εχθροί αυτού, και φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.
Πάσχα ιερόν ημίν, σήμερον αναδέδεικται, Πάσχα καινόν, Άγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστός ο λυτρωτής, Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα των πιστών, Πάσχα το πύλας υμίν, του Παραδείσου ανοίξαν, Πάσχα πάντας αγιάζον Πιστούς.
Στιχ β΄. Ως εκλείπει καπνός εκλιπέτωσαν, ως τήκεται κηρός από προσώπου πυρός.
Δεύτε από θέας, Γυναίκες ευαγγελίστριαι, και τη Σιών είπατε. Δέχου παρ’ ημών, χαράς Ευαγγέλια, της Αναστάσεως Χριστού, τέρπου χόρευε, και αγάλλου, Ιερουσαλήμ, τον Βασιλέα Χριστόν, θεασάμενη εκ του μνήματος, ως νυμφίον προερχόμενον.
Στιχ.γ΄ Ούτως απολούνται οι αμαρτωλοί από προσώπου του Θεού και οι δίκαιοι ευφρανθήτωσαν.
Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος, επιστάσαι προς το μνήμα του Ζωοδότου εύρον Άγγελον, επί τον λιθον καθήμενον, και αυτός προσφθεγξάμενος, αυταίς ούτως έλεγε. Τι ζητείτε τον ζώντα μετά των νεκρών; τι θρηνείτε, τον άφθαρτον ως εν φθορά; απελθούσαι κηρύξατε, τοις αυτού Μαθηταίς.
Στιχ.δ΄Αύτη η ημέρα, ην εποίησεν ο Κύριος, αγαλλιασώμεθα και ευφρανθώμεν εν αυτή.
Πάσχα το τερπνόν, Πάσχα Κυρίου Πάσχα, Πάσχα πανσεβάσμιον ημίν ανέτειλε, Πάσχα εν χαρά αλλήλους περιπτυξώμεθα, ω Πάσχα λύτρον λύπης και γαρ εκ τάφου σήμερον, ώσπερ εκ παστού, εκλάμψας Χριστός, τα γύναια χαράς έπλησε λέγων, Κηρύξατε Αποστόλοις.
Ό άγγελος εβόα τη κεχαριτωμένη Αγνή Παρθένε, χαίρε και πάλιν ερώ, χαίρε ο σος Υιός ανέστη τριήμερος εκ τάφου. Φωτίζου, φωτίζου, η νέα Ιερουσαλήμ, η γαρ δόξα Κυρίου επί σε ανέτειλε. Χόρευε νυν και αγάλλου, Σιών συ δε αγνή, τέρπου, Θεοτόκε, εν τη εγέρσει του τόκου σου.
“Δεύτε λάβετε φως εκ του ανεσπέρου φωτός και δοξάσατε Χριστόν τον αναστάντα εκ νεκρών”
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
“ΑΓΓΕΛΙΚΑΙ ΔΥΝΑΜΕΙΣ” ΗΧΟΣ ΠΛ. Β΄ από takist
Αναστάσεως ημέρα,
και λαμπρυνθώμεν τη πανηγύρει
και αλλήλους περιπτυξώμεθα.
Είπωμεν, αδελφοί, και τοις μισούσιν ημάς,
συγχωρήσωμεν πάντα τη αναστάσει,
και ούτω βοήσωμεν,
Χριστός ανέστη εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασι
ζωήν χαρισάμενος.
Ωδή γ’
«Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ’ αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ω στερεούμεθα.
Δόξα Πατρί και Υιό και Αγίο Πνεύματι
Νυν πάντα πεπλήρωται φωτός, ουρανός τε και γη, και τα καταχθόνια• εορταζέτω γουν πάσα κτίσις, την Έγερσιν Χριστού, εν η εστερέωται.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Χθες συνεθαπτόμην σοι Χριστέ συνεγείρομαι σήμερον αναστάντι σοι, συνεσταυρούμην σοι χθες, αυτός με συνδόξασον Σωτήρ, εν τη βασιλεία σου».
Μετάφραση:
Ελάτε να πιούμε ποτό που ανακαινίζει, που δεν αναβλύζει θαυματουργικά από άγονο βράχο, αλλά ποτό που είναι πηγή αθανασίας, που ανέβλυσε από τον πέτρινο τάφο του Χριστού, με την πίστη στον οποίο εμείς είμαστε ασφαλισμένοι.
Τα πάντα σήμερα είναι γεμάτα από το φως της Αναστάσεως και ο ουρανός και η γη και ο άδης. Όλη λοιπόν η κτίση ας πανηγυρίσει για του Χριστού την Ανάσταση, με την οποία πίστη είναι ασφαλισμένη.
Χθες θαπτόμουνα μαζί σου, Χριστέ, σήμερα μαζί με σένα που αναστήθηκες, σηκώνομαι κι εγώ. Χθες σταυρωνόμουνα με σένα, αυτός ο ίδιος Σωτήρ μου, δόξασέ με μαζί σου στη βασιλεία Σου.
Τοῦ λίθου σφραγισθέντος
ὑπὸ τῶν Ἰουδαίων
καὶ στρατιωτῶν φυλασσόντων
τὸ ἄχραντόν σου Σῶμα,
ἀνέστης τριήμερος, Σωτήρ,
δωρούμενος τῷ κόσμῳ τὴν ζωήν·
διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν
ἐβόων σοι, Ζωοδότα·
Δόξα τῇ Ἀναστάσει σου, Χριστέ,
δόξα τῇ βασιλείᾳ σου,
δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Οτε κατήλθες προς τον θάνατον,
η ζωή η αθάνατος,
τότε τον άδην ενέκρωσας,
τη αστραπή της θεότητος.
‘Οτε δε και τους τεθνεώταςεκ των καταχθονίων ανέστησας,
πάσαι αι δυνάμεις των επουρανίων εκραύγαζον,
ζωοδότα Χριστέ, ο θεός ημών, δόξαΣοι.
Εὐφραινέσθω τὰ οὐράνια,
ἀγαλλιάσθω τὰ ἐπίγεια,
ὅτι ἐποίησε κράτος
ἐν βραχίονι αὐτοῦ ὁ Κύριος·
ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον.
πρωτότοκος τῶν νεκρῶν ἐγένετο,
ἐκ κοιλίας ᾍδου ἐρρύσατο ἡμᾶς,
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,
τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον·
Ἐσκύλευται ὁ θάνατος,
ἡγέρθη Χριστὸς ὁ Θεός,
δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.