H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

1
Ερμηνεία χωρίων της Καινής Διαθήκης υπο Νικοδήμου του Αγιορείτου.


Ξεκινάμε με την Προς Κορινθίους Α΄ κεφ.15
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
εἶτα τὸ τέλος
, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
23.Ἔκαστος ἑν τω ιδιω τάγματι

Επειδή είπε ανωτερω ο θείος Απόστολος,οτι όλοι θέλουν ζωοποιηθούν,δια να μη νομίσεις εσύ ο αναγνώστης ότι και οι αμαρτωλοί έχουν να σωθούν, δια τουτο ακολούθως λέγει, οσον μεν κατά το αναστηναι, ολοι και αμαρτωλοί και δίκαιοι θέλουν ζωοποιηθούν,ομως ο καθένας θέλει ταχθη εις το ίδιον τάγμα του και εις την μερίδα εκείνη εις την οποια είναι άξιος.



ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
εἶτα τὸ τέλος


Απαρχή λέγει και στράτα της αναστάσεως εγινεν ο Χριστός, μετά τον Χριστόν,θέλουν να αναστηθούν και οι του Χριστού,ηγουν οι πιστοί του Χριστιανοί,οσοι επρόκοψαν εις τας αρετας,αυτοι θέλουν αναστηθουν εν τω Χριστώ πρώτοι,οταν ο Χριστός έρχεται εξ ουρανού,τουτο γάρ δηλοί το εν τη παρουσία αυτού,επειδη οι δικαιοι θέλουν έχουν προνομίων τι και και κατά αυτήν την ανάστασίν οπου μέλλουν να λάβουν.Τουτο αυτο το προνόμιο είναι να αναστηθούν πρώτοι πριν από τους αλλους διοτι επειδή οι δίκαιοι μέλλουν να αρπαγουν εν νεφελαις εις απάντησίν του Κυριου εις αέρα, ως λέγει ο αυτος Παύλος (Θεσσ. Α δ’ 17) δια ταύτην την αιτία,πρωτοι και ανασταινονται,οι γάρ αμαρτωλοί δεν αρπαζονται εν νεφελαις,αλλα κάτω θέλουν προσμένουν τον Κριτην,ως κατάδικοι οπου είναι,επειτα θέλει ακολουθήσει το τέλος όλων των ανθρώπων, και αυτής της αναστάσεως των,ωσαν οπου όλοι κοινώς θέλουν να αναστηθούν,διοτι δεν θελη ακολουθηση τότε καθώς τώρα ηκολουθησε και ο μεν Χριστός ανέστη, οι δε άνθρωποι και τα ανθρώπινα πράγματα έμειναν εις τον τόπων τους αμεταβλητα,αλλά τότε θελουν λαβουν τελος όλα τα ανθρώπινα.



Στο επόμενο θα δούμε την ερμηνεία απο Α Θεσ. 4,15
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Re: H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

2
Συνεχίζουμε με την ερμηνεία του αγίου Νικοδήμου του Αγιορείτου

απο την Προς Θεσσαλ. Α'.κεφάλαιο 4ο,στιχ. 16

16.ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ

Μη απιστητε λεγω εις τουτο οπου λεγω Χριστιανοί δια τι και αυτος ο Κύριος θέλει προσταξει τουτο.
Πως δε θέλει το προσταξει;
Με φωνή αρχαγγέλου (σημείωση1) του ισταμενου επάνω εις τους άλλους κατώτερους αγγέλους και λέγοντος εις αυτούς «έτοιμους ποιείτε πάντας» ,ητοι ετοιμάσατε τους νεκρούς όλους, «παρεστι γάρ ο Κριτἠς», ήγουν δια τι εφτασεν ο Κριτής,πολλαι θέλουν είναι οι σάλπιγγαι ήτοι οι τρομπέται,αλλα εις την υστερινην σάλπιγγα και τρομπέτα θέλει κατέβη ο Κριτής.

Τούτο λέγει ο Απόστολος και εις την προς Κορίνθιους πρωτην «ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, 52 ἐν ἀτόμῳ, ἐν ριπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.» διότι καθώς ο Πατήρ όταν εκατέβη εις το Σίναιον ορος και αγγέλους ειχεν υπηρετούντας και σάλπιγγας,ετσι και ο Υιός ως βασιλεύς και Θεός θέλει εχει υπηρετούντες εις την Δευτέρα του παρουσιαν και κατάβασιν , αγγέλους και σάλπιγγας ή και ουτω νοείται ,ότι η μεν προσταγή του Θεού θέλει κάμη την την να αναδώσει τα σώματα των νεκρών μεταβεβλημένα εις αφθαρσίαν,η δε φωνή του Αρχαγγέλου θελη ενεργήσει δια μεσου Αγγέλων άλλων υπηρετούντων το να συναχθούν εις ενα τόπο, οι εις όλα τα μέρη της γης ευρισκόμενοι νεκροί αφού αναστηθούν εκ των μνημάτων.(σημείωση 2)

* σημείωση1
Γεώργιος ο Κορέσιος και Γεώργιος ο Σύγγελος και άλλοι πολλοί θελουσιν ότι ο αρχάγγελος ούτος να είναι ο Αρχων Μιχαήλ και βεβαιουσι τουτο από τον προφήτην Δανιήλ,ο γάρ εις τον Δανιήλ λαλών Αρχάγγελος Γαβριήλ ουτω λέγει προς αυτόν
και εν τω καιρώ εκείνω αναστήσεται Μιχαήλ ο άρχων ο μέγας ο εστηκώς επί τους υιούς του λαού σου και έσται καιρός θλίψεως οία ου γέγονεν αφ΄ ου γεγένηται έθνος επί της γης έως του καιρού εκείνου και εν τω καιρώ εκείνω σωθήσεται ο λαός σου πας ο ευρεθείς γεγραμμένος εν τη βίβλω
και ακολούθως επιφέρει
και πολλοί των καθευδόντων ( αντι του πάντες) εν γης χώματι εξεγερθήσονται ούτοι εις ζωήν αιώνιον και ούτοι εις ονειδισμόν και εις αισχύνην αιώνιον

Ποια δε θελη είναι και η φωνή του αρχαγγέλου Μιχαήλ;

Ο μακάριος Χρυσόστομος μας την φανερώνει,οπου θέλει είναι η φωνή εκείνη όπου λέγει ο Κύριος εις στο Ευαγγέλιον
μεσης δε νυκτος κραυγη γεγονεν ιδου ο νυμφιος ερχεται εξερχεσθε εις απαντησιν αυτου(Ματθ. Κε’)
το αυτο λέγει και ο Θεοδώρητος , ο δε Κύριλλος Ιεροσολύμων ουτω φησίν Αρχάγγελος προσφωνεί και λέγει τοις πασιν εγείρεσθε εις απάντησιν του Κυρίου.(Κατηχ. ιε’)

*Σημείωση 2

Η δευτέρα αυτή ερμηνεία του αποστολικού ρητού είναι πλέον προσφυής και σύμφωνος με τα λόγια του Ευαγγελίου,επειδή δια φωνής ήτοι δια προσταγής του Υιού του Θεού,έχουν να αναστηθούν οι νεκροί καθώς το λέγει μόνος του
«ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.»
(Ιωαν. Ε 28)

Ότι δε και δια των σαλπίγγων των αγγέλων έχουν να συναχθούν εις ενα τόπον οι δια της φωνής του Χριστού αναστηθέντες και τουτο το είπεν ο Κύριος
καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾿ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
Σημειώσαι δε ότι ο σοφός Φώτιος και ο Οικουμένιος σάλπιγγας εννόησαν τροπικώς τες αγγελικάς δυνάμεις «ώσπερ γαρ η σάλπιξ ουδεν ιδιον ηχεί,αλλ’ όπερ αν ο τεχνίτης εμπνεύσει ,ουτω και αι του Θεού σάλπιγγες ουδέν ίδιον τολμώσιν ηχήσαι,αλλ’ όπερ αν ο κοινός Δεσπότης και Δημιουργός δια του Αρχαγγέλου αυταίς εγκελεύση»

Αλλοι δε Πατέρες θέλουν, οτι έχουν να ηχήσουν τότε και σάλπιγγες,δηλοί δε η έμπνευσις και το εμφύσημα των σαλπίγγων το πρώτον εκείνον ζωοποιόν εμφύσημα του Θεού,καθώς λέγει ο θειός Γρηγόριος ο Παλαμάς.(Κυριακή της Αποκρεώ),ωσπερ γαρ δια του εμφυσήματος εκείνου εζωοποιήθη ο Αδάμ,ουτω και δια του εμφυσήματος των αγγελικών σαλπίγγων,ζωοποιηθήσονται οι του Αδαμ απόγονοι νεκροί,αγκάλα και την ζωοποίησιν των νεκρών κυρίως έχει ενεργήσει η του Θεού φωνή και το κέλευσμα καθώς προείπομεν.

Re: H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

3
Προς Θεσσαλονικείς Α' 4ο κεφάλαιο

Ερμηνεία αγίου Νικοδήμου Αγιορείτου.

Καὶ οἱ νεκροὶ ἐν Χριστῶ ἀναστήσονται πρῶτον.



Οἱ νεκροί,λέγει,οἱ ἐν Χριστῶ,ἤτοι οἱ πιστοὶ καὶ δίκαιοι Χριστιανοί, θελουν ἀναστηθοῦν πρῶτον,ἐπειδὴ γὰρ μἐλλουν νὰ άρπαχθοῦν ἀπὸ τὰς νεφέλας,καὶ νὰ ἀναληφθοῦν εἰς τὸ ὕψος,διὰ νὰ ὑπάγουν νὰ προυπαντήσουν τὸν Βασιλέα Χριστὸν,ἐρχόμενον μετὰ δυνάμεως καὶ δόξης πολλῆς,διὰ τοῦτο καὶ πρῶτοι αὐτοὶ ἀνασταίνονται,οἱ δὲ ἄπιστοι καὶ οἱ ἁμαρτωλοί,ὕστεροι θέλουν ἀναστηθοῦν,ὡσὰν ὅπου αὐτοὶ οἱ ταλαίπωροι,δὲν ἔχουν νὰ ἀρπαχθοῦν μὲ τὰς νεφέλας,μἠτε ἔχουν νᾶ ὑπάγουν εἰς προυπάντησιν τοῦ φοβεροῦ Κριτοῦ,ἀλλ’ ἔχουν νὰ μείνουν κάτω,προσμένοντες τὴν παρουσίαν του.(1)



(1)Ὁ δὲ Θεοδώρητος λέγει,ὅτι νεκροὺς ἐν Χριστῶ ἐδῶ λέγει,ὄχι μόνον τοὺς εἰς τὸ Εὐαγγέλιον πιστεύσαντες Χριστιανοὺς ,ἀλλά καὶ τοῦς ἐν νόμω καὶ πρὸ τοῦ νόμου λάμψαντας δικαίους τοὺς τελειωθέντας ἐν τῆ πίστει τοῦ ἐλευσομένου Χριστοῦ,δι ὅ καὶ περὶ τούτων ἔλεγε ἐν τῆ πρὸς Ἑβραίους «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.» (Εβρ. Ια 39) Καὶ ἐν τῆ πρὸς Κορινθίους ἔγραφεν
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.

Re: H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

4
Απόσπασμα εκ του Περί αναστάσεως νεκρών λόγου του αγίου Εφραιμ του Σύρου

https://greekdownloads.files.wordpress. ... -sermo.pdf



Μέγα θαῦμα, ἀδελφοί, θεωρῆσαι ἄφνω τάφους ἀνεῳγμένους τῇ φωνῇ τῆς σάλπιγγος καὶ νεκροὺς ἐγειρομένους, τοὺς κεκοιμημένους ἀπὸ Ἀδὰμ μέχρι τῆς ὥρας ἐκείνης, ἐν ἀτόμῳ καὶ ῥιπῇ ὀφθαλμοῦ ἅπαντας ὁμοῦ ἀνισταμένους· Ἀγγέλους τε περιτρέχοντας μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ τοὺς δικαίους ἐπισυνάγοντας ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.


Ἐκείνη ἡ φωνὴ πάντας ζωοποιήσει ἀπὸ ἑνὸς ἕως ἑνός, καὶ οὐδεὶς ἀνθρώπων ἀπολιμπάνεται, καὶ οἱ μὲν ἐγερθήσονται εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ εἰς ἀνάστασιν κρίσεως.
Ἀκούοντες δὲ περὶ ἀναστάσεως νεκρῶν, μὴ ἀπιστῶμεν, φιλόχριστοι ἀδελφοί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν.

Καὶ καθάπερ 265 τοὺς ἐμβληθέντας ἐν καμίνῳ πυρὸς καὶ δίκην τάφου ὑπὸ τῆς φλογὸς ἐγκαλυφθέντας διεφύλαξεν ἀσινεῖς, καὶ οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἐφλογίσθη, ἀλλ' οὐδὲ ὀσμὴ τῆς τηλικαύτης καὶ ἐπηρτισμένης φλογὸς ἐκολλήθη ἐν αὐτοῖς, οὕτως καὶ οἱ νεκροὶ ἐγειρόμενοι ἄφθαρτοι, οὐ μόνον θρὶξ αὐτῶν οὐκ ἀπολείπεται, ἀλλ' οὐδὲ ὀσμὴ φθορᾶς εὑρεθήσεται ἐν αὐτοῖς τοῦ τοσούτου χρόνου τῆς ἑαυτῶν κοιμήσεως· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν.

Ἄκουε δὲ καὶ τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος·

καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέ με ἐν μέσῳ αὐτῶν κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ εἰπὲ αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ' ὑμᾶς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα καθὼς Κύριος ἐνετείλατό μοι, 266 καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι· καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ· καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρός με· προφήτευσον, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὸ πνεῦμα, καὶ εἶπον τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ τὸ πνεῦμα καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον καὶ εἰπὲ πρὸς αὐτούς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ὀρύξαι με τοὺς τάφους ὑμῶν καὶ ἀναγαγεῖν ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, λαός μου. Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Κύριος Κύριος.


267 Ὅθεν καὶ παραγενόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός, θείῳ στόματι ἔφη· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Καὶ πάλιν· μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· γέγραπται γάρ· πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.

Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου. Αὕτη ἐστὶν ἡ δρόσος ἡ ἀνατέλλουσα καὶ ζωοποιοῦσα τοὺς νεκρούς. Καθὼς καὶ ἕτερος Προφήτης βοᾷ, λέγων· ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστί· πάντα γὰρ δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Ἤτε γὰρ ἄνθρωποι, ἤτε γῆ, ἤτε πελάγη θαλασσῶν, ἤτε ἄβυσσοι, ἤτε τις κτίσις ἑτέρα, πάντα ἐν τῇ χειρὶ αὐτοῦ ἐστι, καὶ ὡς οὐδέν ἐστι.

Καὶ 268 πειθέτω σε ὁ Προφήτης, λέγων· τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Καὶ πάλιν λέγει· πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς οὐδὲν ἐλογίσθησαν.

Ὁ δὲ Ἀββακούμ· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Γέγραπται γάρ· ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνα 269 τος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος;

Μὴ κλαιέτω ὁ πτωχός, καὶ μὴ μεγαλαυχείτω ὁ πλούσιος. Μὴ ἀθυμήτω ὁ ἀσθενής, καὶ μὴ ἐπαιρέσθω ὁ δυνατός. Μὴ λυπείσθω ὁ δοῦλος, καὶ μὴ καυχάσθω ὁ κύριος. Πάντες γὰρ ἐπὶ γῆς ἐν τῷ χοῒ καταλύσομεν τὸ σῶμα, ἄχρις οὗ ἂν ἔλθῃ ὁ Κύριος, ὃς ζωογονήσει ἡμῶν τὰ σώματα. Καυχάσθωσαν δὲ οἱ δίκαιοι, καὶ εὐφραινέσθωσαν ἐν Κυρίῳ. Μακάριοι γὰρ πάντες οἱ εὑρισκόμενοι τότε ἄξιοι ταύτης τῆς εὐλογημένης φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Ἐμμείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην [καὶ] πόνους ὑπὲρ ἀληθείας Θεοῦ ἀντλοῦντες· οἱ γὰρ πόνοι τῆς προσκαίρου ζωῆς πολλὴν ὑμῖν προξενοῦσι τὴν παρρησίαν ἐπὶ τοῦ μέλλοντος· καὶ ἡ στενοχωρία τοῦ ἐνεστῶτος βίου γενήσεται ὑμῖν ἐπὶ τοῦ μέλλοντος εἰς ἄνεσιν καὶ ὕψωμα καὶ καύχημα· καὶ ὁ νῦν κλαυθμὸς γενήσεται ὑμῖν εἰς παράκλησιν καὶ ἄνεσιν.

Γέγραπται γάρ· μακάριοι πάντες οἱ 270 ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν κατοικήσει. Τότε πάλιν γενήσεται τὸ γεγραμμένον· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύζετε. Καταλείψεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσιν αὐτῷ, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Καὶ πάλιν λέγει· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.

Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτοῖς ἐπὶ τὴν καρδίαν, ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ. Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐννοῶ εἰς ἐμαυτὸν οἷα ἀγαθὰ ἀπόκειται τοῖς δικαίοις καὶ ποῖος θυμὸς ἠπείληται τοῖς ἁμαρτωλοῖς, καὶ καταφρονῶ ἐμαυτόν.

Καὶ ἐπειδὴ οὐ συνείδω ἐμαυτῷ ἔργον καλόν, ταύτην φωνὴν ἀφίημι πρὸς Θεὸν ἀγα 271 θὸν καὶ λυτρωτήν· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

Re: H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

5
Εκ του "Λόγος εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ εἰς τὴν δευτέραν παρουσίαν" του αγίου Εφραίμ του Σύρου


Καὶ εἰ ταῦτα ἐκθροοῦσι τὰ μικρά, πῶς ὑπενέγκωμεν τῆς φωνῆς τῆς σάλπιγγος τῆς σαλπιζούσης ἐκ τῶν οὐρανῶν ὑπὲρ πᾶσαν βροντήν, καὶ ἐξυπνιζούσης πάντας τοὺς ἀπ' αἰῶνος κεκοιμημένους, δικαίους τε καὶ ἀδίκους!Τότε ἐν τῷ ᾅδῃ τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως, ἀκούοντα τῆς φωνῆς τῆς σάλπιγγος, περιτρέχουσι μετὰ σπουδῆς, ζητοῦντα ἕκαστον τὰς αὑτῶν ἁρμονίας.

Ὅταν οὖν ἴδωμεν πᾶσαν φύσιν ἀνθρώπων ἐν ῥιπῇ ὀφθαλμοῦ ἀνισταμένην, ἕκαστον ἐκ τοῦ τόπου αὑτοῦ, καὶ ἐπισυνηγμένην ἀπὸ περάτων τῆς γῆς πρὸς τὸ κριτήριον, τίς ὑποίσει τὸν τοσοῦτον φόβον καὶ τρόμον; Κελεύσει γὰρ ὁ μέγας Βασιλεύς, ὁ ἔχων ἐξουσίαν πάσης σαρκός, καὶ εὐθέως ἀποδώσει ἡ γῆ τοὺς ἑαυτῆς νεκρούς, καὶ ὁ ᾅδης τοὺς ἰδίους νεκρούς· καὶ εἴτε θηρίον ἐσπάραξεν, εἴτε ἰχθὺς ἐμέλισεν, ἢ ὄρνεον ἥρπασε, πάντα ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ παραστήσονται, καὶ θρὶξ μία οὐκ ἀπόλλυται.


139 Ὤ, πῶς ὑπενέγκωμεν, ἀδελφοί, ὅταν ἴδωμεν τὸν πύρινον ποταμόν, ὥσπερ ἀγρίαν θάλασσαν, κατεσθίοντα τὰ ὄρη καὶ τὰς νάπας, καὶ κατακαίοντα πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ἐν αὐτῇ ἔργα! Τότε, ἀγαπητοί, ἐκ τοῦ πυρὸς ἐκείνου οἱ ποταμοὶ ἐκλείψουσιν, αἱ πηγαὶ ἀφανισθήσονται, ἡ θάλασσα ξηρανθήσεται, τὰ ἄστρα ἐκπεσοῦσιν ἐκ τοῦ οὐρανοῦ, ὁ ἥλιος ἐκλείψει καὶ ἡ σελήνη μεταβληθήσεται εἰς αἷμα, ὁ οὐρανὸς εἱλισθήσεται ὡς βιβλίον.

Ὅταν ἴδωμεν, ἀδελφοί, τοὺς Ἀγγέλους ἀπεσταλμένους καὶ περιτρέχοντας μετὰ σπουδῆς καὶ ἐπισυνάγοντας τοὺς ἐκλεκτοὺς δούλους τοῦ Θεοῦ ἀπ' ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτοῦ· ὅταν ἴδωμεν τὸν οὐρανὸν καινὸν καὶ τὴν γῆν καινήν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ! Πῶς ὑπενέγκωμεν, φιλόχριστοι, ὅταν ἴδωμεν τὸν φοβερὸν θρόνον ἑτοιμαζόμενον· ὅταν ἴδωμεν τὸν Υἱὸν τοῦ ἀνθρώπου φανέντα ἐν τῷ οὐρανῷ, καὶ τὸν ζωοποιὸν σταυρὸν φωτίζοντα τὰ πέρατα τῆς γῆς! Τότε πάντες θεωρήσουσιν ἐν τῷ ὕψει φανὲν τὸ βασιλικὸν αὐτοῦ σκῆπτρον. Τότε ἐπιγνώσεται ἕκαστος ὅτι ὀπίσω αὐτοῦ μέλλει φανῆναι ὁ Βασιλεὺς τῶν βασιλευόντων. 140

Ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐνθυμηθήσεται ἕκαστος, πῶς ἆρα ἀπαντήσει τῷ Κριτῇ· καὶ ἐὰν συνίῃ τὰ ἑαυτοῦ πταίσματα, ἵσταται γυμνὸς καὶ τετραχηλισμένος, προσδοκῶν τὴν μέλλουσαν ἐξελθεῖν κατ' αὐτοῦ ἀπόφασιν.


.....

Ἔρχεται οὐκέτι ἀπὸ γῆς, ἀλλὰ ἀπὸ τοῦ οὐρανοῦ, ὡς ἀστραπὴ φοβερά. Τότε κραυγὴ μεγάλη γίνεται βοῶσα καὶ λέγουσα· ἰδοὺ ὁ Νυμφίος ἔρχεται! Ἰδοὺ ὁ Κριτὴς παραγίνεται! Ἰδοὺ ὁ Δι 141 καστὴς τῶν δικαστῶν ἀποκαλύπτεται! Ἰδοὺ ὁ τῶν ὅλων Θεὸς ἔρχεται κρῖναι πᾶσαν τὴν οἰκουμένην καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ! Τότε, ἀδελφοί μου ἀγαπητοί, ἐκ τῆς κραυγῆς ἐκείνης τρομάξουσιν οἱ νεφροὶ τῆς γῆς, ἀπὸ περάτων ἕως περάτων αὐτῆς, καὶ ἡ θάλασσα καὶ πᾶσαι ἄβυσσοι. Τότε ἔσται φόβος καὶ στενοχωρία, καὶ ἔκστασις λήψεται πάντα ἄνθρωπον ἐκ τῆς κραυγῆς ἐκείνης καὶ τοῦ ἤχου τῶν σαλπίγγων καὶ ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ.

Τότε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τότε προτρέχουσι στρατιαὶ τῶν Ἀγγέλων. Χοροὶ Ἀρχαγγέλων συντρέχουσι. Τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ τὰ πολυόμματα ἐν ἰσχύϊ κράζουσιν· ἅγιος, ἅγιος, ἅγιος, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, παντοκράτωρ. Τότε πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ὑποκάτω τῆς γῆς ἐν δυνάμει βοῶσιν· εὐλογημένος ὁ ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου.

Τότε σχισθήσονται οἱ οὐρανοὶ καὶ ἀποκαλυφθήσεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, ὡς ἀστραπὴ φοβερά, μετὰ δυνάμεως πολλῆς καὶ δόξης ἀνεικάστου. Καὶ ὄψεται πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ 142 φυλαὶ τῆς γῆς. Τότε ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς φυγὴν τραπήσονται, καθὼς Ἰωάννης προεδήλωσε, λέγων· εἶδον θρόνον λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ' αὐτῷ· οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ. Τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ, ὡς αὐτὸς εἴρηκε· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη.

Ἆρα ποταπὴ ψυχὴ μέλλει εὑρεθῆναι, ἵνα ὑπομείνῃ, ὅταν τεθῶσι θρόνοι, καὶ κριτήριον καθίσῃ, καὶ βίβλοι ἀνοιγῶσι;

Τότε θεασόμεθα τὰς ἀναριθμήτους τῶν Ἀγγέλων δυνάμεις παρεστώσας κύκλῳ ἐν φόβῳ. Τότε ἑνὸς ἑκάστου τὰ ἔργα ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων ἀναγινώσκονται. Τότε πληροῦται ἡ προφητεία Δανιήλ, λέγουσα· ἐγὼ Δανιὴλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες <Ἀγγέλων> παρεστήκεσαν αὐτῷ καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν.

Re: H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

6
Ιδοὺ γὰρ ἔλαμψεν , ἰδοὺ ἀνέτειλεν· ἡ γὰρ κραυγὴ ἐκείνη ἄφνω γίνεται· ἰδοὺ ὁ Νυμφίος ἔρχεται , ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ πάντες οἱ ἀγαπήσαντες αὐτὸν καὶ ἑτοιμάσαντες ἑαυτοὺς ἰδεῖν αὐτὸν μετὰ δόξης . Πάντας γὰρ τοὺς ποθήσαντας αὐτὸν χαροποιήσει ἐν τῷ παστῷ ἐκ είνῳ τῷ φωτεινῷ καὶ λαμπρῷ καὶ ἀνεκλαλήτῳ καὶ αἰωνίῳ.

Βλέπετε οὖν , ἀδελφοί μου , μὴ γενομένης τῆς κραυγῆς ἐκείνης εὑρεθῇ τις ἐξ ὑμῶν κατέχων τὴν λαμπάδα σκοτεινὴν καὶ 407 μὴ ἔχουσαν ἔλαιον , ἢ περιβεβλημένος ἐσθῆτα στυγνὴν καὶ ῥυποῦσαν καταδικασθῇ εἰς τὸ σκότος τὸ ἐξώτερον , καὶ εἰς τὴν τιμωρίαν ἐκείνην τὴν ἀθάνατον καὶ αἰώνιον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων .

Ἀσφαλισώμεθα ἑαυτούς , ἀγαπητοί μου , ὅτι οὐκ οἴδαμεν πότε ὁ Κύριος ἡμῶν ἔρχεται· ὡς κλέπτης γὰρ ἐν νυκτί , καὶ ὡς παγίς , οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται· καὶ ὥσπερ ἀστραπὴ ὀξυτάτη , οὕτως ἡ παρουσία τοῦ Κυρίου γίνεται· σαλπίσει γάρ , καὶ ἡ γῆ ἐκ τῶν θεμελίων αὐτῆς τρομάσει .

Οἵ τε οὐρανοὶ σὺν ταῖς δυνάμεσιν αὐτῶν σαλευθήσονται, καὶ οἱ νεκροὶ πάντες ἐγερθήσονται. Οἴμοι, οἴμοι , ἀγαπητοί! Τίς θαρσήσει ἐν τῇ ὥρᾳ ἐκείνῃ μὴ καταγινώσκειν τὴν καρδίαν αὑτοῦ; Σύγγνωτε τῇ ἐμῇ ἀσθενείᾳ· ὑπολαμβάνω γὰρ ὅτι πᾶσα πνοὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ τρεμεῖ· ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἐνισχύει καὶ χαροποιεῖ τὰς καρδίας τῶν δικαίων· καὶ ἁρπάζονται ἐν νεφέλαις εἰς ἀπάντησιν αὐτοῦ . Οἱ δὲ ὁμοιωθέντες ἐμοὶ ῥᾴθυμοι καὶ ὀκνηροί, τρέμοντες μένουσιν ἐπὶ τῆς γῆς .


Εκ του "Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ"του αγίου Εφραίμ του Σύρου.

Re: H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

7
Εκ του όρθρου της Κυριακής της Αποκρεώ
Ἠχήσουσι σάλπιγγες, καὶ κενωθήσονται τάφοι, καὶ ἐξαναστήσεται, τῶν ἀνθρώπων τρέμουσα, φύσις ἅπασα· οἱ καλὰ πράξαντες ἐν χαρᾷ χαίρουσι, προσδοκῶντες μισθόν λήψεσθαι, οἱ ἁμαρτήσαντες, τρέμουσι δεινῶς ὀλολύζοντες, εἰς κόλασιν πεμπόμενοι, καὶ τῶν ἐκλεκτῶν χωριζόμενοι· Κύριε τῆς δόξης, οἰκτείρησον ἡμᾶς ὡς ἀγαθός, καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἠγαπηκότων σε.
Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι· τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικία μία πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.

Re: H έσχατη σαλπιγγα και η ανάσταση των νεκρών.

8
Εικόνα
Aπο την Ι.Μ. Μεγίστης Λαύρας
Caer está permitido, levantarse es obligatorio....."Επιτρέπεται να πέσεις, επιβάλλεται να σηκωθείς"
Xαμένη μάχη,είναι αυτή που φοβήθηκες να δώσεις
Πριν γράψεις σκέψου! Πριν κατακρίνεις περίμενε! Πριν προσευχηθείς συγχώρα! Πριν παραιτηθείς προσπάθησε!
Καλό είναι το να υπάρχεις …μα το να ζεις εν Χριστώ είναι άλλο πράγμα !
Απάντηση

Επιστροφή στο “Προφητείες και Αποκάλυψη”