Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως

433
Φίλε grecko,
Το κεφ. στ' 15,16,17 βρίσκεται στην έκτη σφραγίδα, και ακολουθεί η έβδομη σφραγίδα η οποία περιέχει επτά σάλπιγγες.
Επομένως δεν αναφέρεται στην συντέλεια, άλλωστε μιλάει για οργή.
Γιατί να είναι οργισμένος ο Κύριός μας εκείνη την ημέρα;
Και γιατί ερωτάτε ο κόσμος την τελευταία ημέρα του, ''τις δύναται σταθήναι;'' , αφού η απάντηση είναι δεδομένη.
Δεν θα προλάβουν να κριφθούν εκείνη τη μέρα στα σπήλαια όλοι αυτοί που σήμερα στέκονται απέναντί Του.
Αδερφέ,δεν νομίζω οτι ισχύει ο γραμμικός χρόνος στην Αποκάλυψη.

Σου βάζω ολόκληρη την εκτη σφραγίδα.

12 ΚΑΙ ΕΙΔΟΝ ΟΤΕ ΗΝΟΙΞΕ ΤΗΝ ΣΦΡΑΓΙΔΑ ΤΗΝ ΕΚΤΗΝ ΚΑΙ ΙΔΟΥ ΕΓΕΙΝΕ ΣΕΙΣΜΟΣ ΜΕΓΑΣ ΚΑΙ Ο ΗΛΙΟΣ ΕΓΕΙΝΕ ΜΕΛΑΣ ΩΣ ΣΑΚΚΟΣ ΤΡΙΧΙΝΟΣ ΚΑΙ Η ΣΕΛΗΝΗ ΕΓΕΙΝΕΝ ΩΣ ΑΙΜΑ
13 ΚΑΙ ΟΙ ΑΣΤΕΡΕΣ ΤΟΥ ΟΥΡΑΝΟΥ ΕΠΕΣΑΝ ΕΙΣ ΤΗΝ ΓΗΝ ΚΑΘΩΣ Η ΣΥΚΗ ΡΙΠΤΕΙ ΤΑ ΑΩΡΑ ΣΥΚΑ ΑΥΤΗΣ ΣΕΙΟΜΕΝΗ ΥΠΟ ΜΕΓΑΛΟΥ ΑΝΕΜΟΥ
14 ΚΑΙ Ο ΟΥΡΑΝΟΣ ΑΠΕΧΩΡΙΣΘΗ ΩΣ ΒΙΒΛΙΟΝ ΤΥΛΙΓΜΕΝΟΝ ΚΑΙ ΠΑΝ ΟΡΟΣ ΚΑΙ ΝΗΣΟΣ ΕΚΙΝΗΘΗΣΑΝ ΕΚ ΤΩΝ ΤΟΠΩΝ ΑΥΤΩΝ
15 ΚΑΙ ΟΙ ΒΑΣΙΛΕΙΣ ΤΗΣ ΓΗΣ ΚΑΙ ΟΙ ΜΕΓΙΣΤΑΝΕΣ ΚΑΙ ΟΙ ΠΛΟΥΣΙΟΙ ΚΑΙ ΟΙ ΧΙΛΙΑΡΧΟΙ ΚΑΙ ΟΙ ΔΥΝΑΤΟΙ ΚΑΙ ΠΑΣ ΔΟΥΛΟΣ ΚΑΙ ΠΑΣ ΕΛΕΥΘΕΡΟΣ ΕΚΡΥΨΑΝ ΕΑΥΤΟΥΣ ΕΙΣ ΤΑ ΣΠΗΛΑΙΑ ΚΑΙ ΕΙΣ ΤΑΣ ΠΕΤΡΑΣ ΤΩΝ ΟΡΕΩΝ
16 ΚΑΙ ΛΕΓΟΥΣΙ ΠΡΟΣ ΤΑ ΟΡΗ ΚΑΙ ΠΡΟΣ ΤΑΣ ΠΕΤΡΑΣ ΠΕΣΑΤΕ ΕΦ ΗΜΑΣ ΚΑΙ ΚΡΥΨΑΤΕ ΗΜΑΣ ΑΠΟ ΠΡΟΣΩΠΟΥ ΤΟΥ ΚΑΘΗΜΕΝΟΥ ΕΠΙ ΤΟΥ ΘΡΟΝΟΥ ΚΑΙ ΑΠΟ ΤΗΣ ΟΡΓΗΣ ΤΟΥ ΑΡΝΙΟΥ
17 ΔΙΟΤΙ ΗΛΘΕΝ Η ΗΜΕΡΑ Η ΜΕΓΑΛΗ ΤΗΣ ΟΡΓΗΣ ΑΥΤΟΥ ΚΑΙ ΤΙΣ ΔΥΝΑΤΑΙ ΝΑ ΣΤΑΘΗ

Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως

434
Αγαπητέ grecko ,
Μακάρι να μην υπήρχε το ζ' κεφ. και τότε θα παραδεχόμουν ότι έχεις δίκιο.
Αφού υπάρχει όμως και βρίσκεται πριν ανοίξει η έβδομη σφραγίδα και ξεκινάει με τη φράση ''Και μετά τούτο είδον........'' , με κάνει να υποστηρίξω την άποψη που λέει ότι δεν αναφέρεται στη Δευτέρα Παρουσία του Χριστού το κεφ. στ' 12,13,14,15,16,17 , αλλά σε επέμβαση του Χριστού στον κόσμο.
Ματθαίου ιη΄\n18 Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.\n

Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως

435
Κυρ έγραψε:Αγαπητέ grecko ,
Μακάρι να μην υπήρχε το ζ' κεφ. και τότε θα παραδεχόμουν ότι έχεις δίκιο.
Αφού υπάρχει όμως και βρίσκεται πριν ανοίξει η έβδομη σφραγίδα και ξεκινάει με τη φράση ''Και μετά τούτο είδον........'' , με κάνει να υποστηρίξω την άποψη που λέει ότι δεν αναφέρεται στη Δευτέρα Παρουσία του Χριστού το κεφ. στ' 12,13,14,15,16,17 , αλλά σε επέμβαση του Χριστού στον κόσμο.
αααααα!Γεροντας Παίσιος;Επεμβαση Χριστου,αλλα όχι Δευτερα Παρουσία;

Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως (Αποκ 20:1-15)

437
Ας δούμε λοιπόν τι λέει ο άγιος Εφραίμ ο Σύρος πάνω στο θέμα της χιλιετούς βασιλείας,τι σημαίνουν τα χίλια έτη,τι συμβολίζει η λύση του σατανά,αν θα υπάρχει ζωή στην γη μετά την πρώτη ανάσταση και τι σημαίνουν οι δυο αναστάσεις.



Απο το κείμενο Περι μετανοίας.




Ὁ Σωτὴρ εἶπε πρῶτον τὴν συντέλειαν, εἶθ' οὕτω τὴν ἀνάστασιν. Ἔφη ὅτι ὡς φύλλα συκῆς τὰ ἄστρα πεσοῦνται τοῦ στερεώματος. Πῶς οὖν ἔσται χίλια ἔτη ἐπὶ τῆς γῆς σαρκικῶς βιοῦντες οἱ δίκαιοι; Λέγει δὲ καὶ ὁ μακάριος ἀπόστολος Πέτρος ὅτι πάντα τὰ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἀπὸ πυρὸς συντελεσθήσονται. 73 Πῶς οὖν ἔσται τῆς γηΐνης ἀπολαύσεως ἡ χρῆσις; Καινοὺς ἡμῖν οὐρανοὺς ἐπηγγείλατο καὶ γῆν καινήν. Ἄρ' οὖν οὐδὲν πλέον ἕξουσιν οἱ Ἅγιοι ἀνιστάμενοι. Ὁ Παῦλος εἶπεν ὅτι τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ἄρ' οὖν ἀφανισθήσονται τῶν δικαίων αἱ ἐπαγγελίαι, ἐὰν πάλιν τοῖς προσκαίροις ἀποχρήσωνται.

Οὐκ εἶπεν ὁ Δεσπότης δύο συντελείας, ἵνα πάλιν μετὰ τὰ χίλια ἔτη γενήσεται συντέλεια. Οὐκ ἔφη ἐν τῇ Ἀποκαλύψει ὁ Ἰωάννης τὴν χρῆσιν τῶν καρπῶν τοῦ Θεοῦ πρόσκαιρον, ἵνα δείξῃ ὅτι αἰώνιος ἡ ἀπόλαυσις. Καὶ πῶς οἴονταί τινες ὅτι μετὰ χίλια ἔτη πάλιν ἔσται συντέλεια τῆς γεώδους καταστάσεως; Οὐχ οὕτως· ἀλλ' ὡς συνᾴδει ὁ Δαυῒδ τῷ Ἰωάννῃ, καὶ Ἰωάννης τῷ Μωυσῇ λέγοντες· δένδρα ἐν φύλλοις ὑγίειαν βαστάζοντα, καὶ ἐν τοῖς καρποῖς αὐτῶν τὴν αἰώνιον ζωήν. Οὐκοῦν ὁ νοερὸς καὶ πνευματικὸς παράδεισός ἐστι χῶρος τῆς αἰωνίου ἀπολαύσεως.

Οὐ γὰρ συντελεσθήσεται ἐκεῖνος ὁ παράδεισος· μένει γὰρ ἐν αὐτῷ τὰ μὴ σαλευόμενα· ἐπεὶ γὰρ οὕτως οἱ καινοὶ οὐρανοὶ ἐφαπλοῦνται τῆς ἀφθαρσίας, καὶ ἡ καινὴ γῆ ἀνακιρνᾶται τῆς αἰωνίου καταστάσεως καὶ μακαριότητος. 74 Λέγει καὶ ὁ Μωυσῆς αἰνιττόμενος ὅτι ἐκεῖ ὁ Θεὸς τῆς αἰωνίου ζωῆς τὸ ξύλον ἐφύτευσε, καὶ ὁ Δαυῒδ εἶπε σὺν τῷ Ἰωάννῃ ὅτι τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται. Οὐκοῦν οὐκ ἐν χιλίοις ἔτεσι διαρκέσει ἡ τῶν Ἁγίων ἀπόλαυσις. Εἰ πάντα ἐν παραβολῇ καὶ ἐν αἰνίγματι ὁ Ἰωάννης ἐν Ἀποκαλύψει ἐλάλησε, καὶ τὰ χίλια ἔτη συμβολικῶς ἔθετο.


Οὕτως οὖν 76 καὶ ἐπὶ τῶν χιλίων ἐτῶν τὸ ἀκατάληπτον τῆς αἰωνίου ζωῆς ᾐνίξατο. Εἰ γὰρ ἡμέρα μία παρὰ Κυρίου ὡς χίλια ἔτη, τίς δυνήσεται ἀριθμῆσαι πόσαι ἡμέραι εἰσὶ χιλίων ἐτῶν, καὶ τῶν τοσούτων ἡμερῶν τὰς χιλιάδας τῶν χιλιάδων, καὶ τῶν μυριάδων τὰς μυριάδας; Διὰ τὸ ἀπέραντον οὖν τῶν ἐτῶν, τὰ ἐν ταῖς ἡμέραις, καὶ τῶν ἡμερῶν, <τὰ> ἐν ταῖς τῶν ἐτῶν χιλιάσι χίλια ἔτη ἐνέταξεν, ἐπὶ τῇ ἀναπαύσει τῆς τῶν Ἁγίων ἀναστάσεως. Οἶδα ὅτι εἶπε λυθήσεσθαι πάλιν τὸν Δράκοντα· ἀλλ' ἐν αἰνίγματι εἶπεν.

Ἡ γυνὴ χρυσῆ ἔσται πόλις, καὶ τεῖχος ἕξει ἐκ πολυτίμων λίθων. Νοοῦμεν δὲ Ἐκκλησίαν εἶναι τὴν γυναῖκα· καὶ πόλιν ὁμοίως τὴν Ἐκκλησίαν. Νοοῦμεν χρυσῆν αὐτὴν εἶναι διὰ τὸ ἔνδοξον, καὶ ἐκ λίθων τιμίων διὰ τὸ ἄφθαρτον. Τὸν αὐτὸν τρόπον καὶ Ὄφις ἐδείχθη εἶναι ὁ Διάβολος, καὶ ἡ ἅλυσις αὐτοῦ ἡ τοῦ Θεοῦ ἐπιτιμία, καὶ ὁ δεσμὸς τὸ μηκέτι ἔχειν τὴν ἐξουσίαν κατὰ τῆς ἀνθρωπότητος. Οὐκοῦν λύεται, ὅταν ἔλθῃ ἐν τῷ Ἀντιχρίστῳ, ἵνα δείξῃ ὁ Θεὸς ὅτι ἐφίστατο 77 ἢ ἀφίστατο τῆς ἀνθρωπότητος, μὴ δοὺς αὐτῷ ἐξουσίαν κατ' αὐτῆς. Ἀλλὰ τὸ πρωθύστερον δοκεῖ σε ξενίζειν, ὅπερ οὐ δεῖ· περὶ γὰρ τῶν δύο παρουσιῶν εἴρηκεν, ἐν αἷς ὁ Δράκων ποτὲ μὲν δεσμεῖται, ποτὲ δὲ λύεται. Ἐδέθη ἐν τῇ πρώτῃ παρουσίᾳ, εἰπόντος τοῦ Χριστοῦ· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Ἐλύθη πάλιν πρὸς βραχύ, λέγοντος Παύλου· ἀνθ' ὧν οὐκ ἐπίστευσαν τῇ ἀληθείᾳ οἱ ἀσεβεῖς, πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῇ ἀδικίᾳ, ἵνα κατακριθῶσιν οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ. Διὸ καὶ ὁ Σωτὴρ ἔφη τὴν λύσιν τοῦ Ὄφεως, ὅτι ἐπὶ τοσοῦτον ἔσται ἐνεργής, ὥστε σκανδαλισθῆναι, εἰ δυνατόν, φησί, καὶ τοὺς ἐκλεκτούς μου.


Μὴ ἁλύσει δεσμεῖται πνεῦμά ποτε;

Μὴ ἐν ἀβύσσοις φυλακίζεται;

Τὸ νοερὸν ζῷον ἀψηλάφητόν ἐστιν· ἀλλ' ἵνα ἐκ τῶν παρ' ἡμῖν κολαστηρίων μάθωμεν τὰ ἀόρατα, τοῖς παρ' ἡμῖν ὀνόμασι καὶ ὀργάνοις ἀμυντηρίοις καὶ τόποις φυλακτηρίοις εἰς τὴν ὑφήγησιν ἀπεχρήσατο. 78 Πρώτην δὲ εἶπεν ἀνάστασιν καὶ δευτέραν, ἐπειδὴ δύο εἰσὶ τῶν Ἁγίων τάγματα, τῶν δύο Διαθηκῶν, δεῖξαι θέλων ὅτι οἱ τῆς νέας Διαθήκης ἐν πρώτῳ ἀξιώματι ἀναστήσονται, καὶ ἐν δευτέρῳ οἱ τῆς παλαιᾶς Διαθήκης, μιᾶς οὔσης τῆς ἀναστάσεως καὶ ὑπὸ τὸν αὐτὸν χρόνον συνισταμένης· καθὼς καὶ ὁ Παῦλος ἔφη· σαλπίσει γάρ, καὶ πάντες οἱ νεκροὶ ἀναστήσονται. Καὶ ὅτι δύο τάγματα εἶπε, πρώτην καὶ δευτέραν ἀνάστασιν, λέγει ὁ Ἀπόστολος· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ· εἶτα τὸ τέλος.

Ὅτι δὲ μία πάλιν, καὶ ἐν καιρῷ, ἡ πάντων γενήσεται ἀνάστασις, πάλιν ὁ Παῦλος λέγει· ὅτι αὐτὸς ὁ Χριστὸς ἐν κελεύσματι, ἐν φωνῇ Ἀρχαγγέλου καταβήσεται ἐξ οὐρανοῦ, καὶ ἐν σάλπιγγι σαλπίσει, φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες ἐν νεφέλαις ἁρπαγησόμεθα. Ἰδοὺ καὶ νῦν πρωθύστερον ἀνάστασις εἴρηται· οὐ κατὰ τὴν ἐν Ἀποκαλύψει ἔκθεσιν, ἀλλ' ἐνήλλαξεν. Ἐκεῖ γὰρ ἔφη πρώτην ἀνάστασιν δικαίων, ἔπειτα τὴν πάντων· ὧδε δὲ πρώτην τὴν πάντων, εἶτα τῶν δικαίων. Οὐκοῦν οὐ προκρίνει οὐδὲν τὸ πρωθύστερον· ἡ γὰρ ἐξήγησις ἐπιλύει τὸ ζητούμενον· καὶ 79 ὅτι ἁγιωσύνην καλεῖ τοὺς δικαίους καὶ ἑαυτόν. Καὶ ὁ Μωυσῆς εἶπεν· ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Θεὸς ζώντων ἐστὶ καὶ οὐχὶ νεκρῶν· ἵνα ἐντοῖς δυσὶ πράγμασι τούτοις συστῇ τὸ εἰρῆσθαι δύο ἀναστάσεις, οὐ χρονικάς, ἀλλὰ τακτικάς. Ὅθεν ἔφη τὸν Χριστὸν κριτὴν εἶναι ζώντων καὶ νεκρῶν.

Ἀλλὰ καὶ τὸ Εὐαγγέλιον κατάμαθε, καὶ ὄψει τῶν δύο ἀναστάσεων τὴν ἕνωσιν καὶ τὴν διαίρεσιν διὰ τὸ σύγχρονον. Καὶ διὰ τὴν πρακτικὴν ἀπόληψιν τὸ λέγειν στῆσαι ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια. Ἰδοὺ οὖν ἐν τῷ αὐτῷ, εἶπε, στήσει· οὐ νῦν καὶ μετέπειτα. Ἀλλ' ἐπειδὴ πρῶτον τοῖς δικαίοις εἶπεν ὁ Χριστός, ὅτι αὐτοὶ πορεύσονται εἰς ζωὴν αἰώνιον· διὰ τοῦτο καὶ ὁ Ἰωάννης εἶπεν, ὅτι οἱ δίκαιοι πρῶτον ἀναστήσονται, καὶ τὰ χίλια ἔτη ἐνέταξεν ἀντὶ τοῦ ἀπεριγράπτου καὶ ἀναριθμήτου χρόνου, ὡς προεῖπον· καὶ γὰρ ὁ Χριστὸς ἑξῆς εἶπε τοῖς ἁμαρτωλοῖς, ὅτι πορεύσονται εἰς κόλασιν αἰώνιον.

Μὴ οἱ δίκαιοι μετὰ τὸ βασιλεῦσαι σὺν Χριστῷ χίλια ἔτη πάλιν εἰς κρίσιν ἔρχονται; Μὴ γένοιτο!

Τί γάρ; Τεθνήξονται πάλιν, ἵνα τρίτη ἀνάστασις γένηται δι' αὐτούς;

80 Καὶ πῶς λέγει ὁ Παῦλος ὅτι μετὰ τὸ ἀναστῆναι ἐκ νεκρῶν πάντες ἡμεῖς οἱ ζῶντες οι περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ἀλλὰ ἀναστάντων πάντων ὁμοῦ, δικαίων καὶ ἀδίκων, τουτέστι ζώντων καὶ νεκρῶν, τότε οὐ μὴ φθάσωμεν, φησίν, οἱ ζῶντες κοιμηθῆναι, ἀλλ' ἐν νεφέλαις ἁρπαγησόμεθα; Ὅρα οὖν ὅτι ἀναστάντες οἱ δίκαιοι οὐκέτι ἀποθνῄσκουσιν, ἵνα γένηται τρίτη ἀνάστασις καὶ εἰς κρίσιν παραστῶσι Χριστῷ· ὅτι δὲ τῶν τοῦ νόμου Χριστοῦ πρώτη γένηται ἀνάστασις, εἶτα τῶν ἐν τῷ νόμῳ δικαίων, ἔπειτα πάντων τῶν ἁμαρτωλῶν· καὶ ὅλα ὁμοῦ ἐν ἀκαριαίῳ, οὐκ ἐν προδρομῇ χρόνων ἢ καιρῶν εἰς τὸ γενέσθαι τὴν εἰρημένην ἀπὸ Χριστοῦ διάκρισιν.


Αὐτὸς ὁ Παῦλος καὶ ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες, δεικνὺς ὅτι ὁμοῦ ἀναστήσονται τῶν δύο Διαθηκῶν οἱ δίκαιοι σὺν τοῖς ἁμαρτωλοῖς, καὶ οὐκ ἔστιν ἰδιάζουσα τῶν δικαίων τῆς παλαιᾶς Διαθήκης μετὰ τῶν ἁμαρτωλῶν ἀνάστασις, ἢ ἄλλη παρὰ τὴν τῶν ἐν Εὐαγγελίῳ δικαίων· καὶ ὅτι οὐκ εἶπεν, ὑμεῖς οἱ ζῶντες, ὡσανεὶ τινῶν ζώντων ἐπὶ τῆς συγκαταστάσεως Χριστὸν ποιεῖν ἀνάστασιν ἀπὸ οὐρανοῦ 81 ἐπὶ γῆς κατερχόμενον. Πάλιν οὖν ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες.


Παῦλος δὲ ἐπὶ Νέρωνος θνῄσκει, καὶ ἐν τοῖς προαστίοις Ῥώμης τέθαπται. Πῶς οὖν δόξειεν ἄν τις, ἔτι ὄντος πλήθους ἀνθρώπων ἐπὶ γῆς, τὸν Χριστὸν ποιῆσαι διάκρισιν; Ὅτι δὲ πάλιν οὐχ ὡς ἤδη ἀναστάντων τινῶν δικαίων, καὶ βασιλευσάντων χίλια ἔτη ἐπὶ γῆς, μεθέπειτα δὲ μεθισταμένων ἀπὸ τῆς γῆς, εἶπεν, ἡμεῖς οἱ ζῶντες, ἐκ τοῦ μὴ εἶναι Χριστὸν μετ' αὐτῶν ἐν τῇ γῇ φανερόν· εἰ γὰρ μὴ ἦν σὺν αὐτοῖς, οὐδὲ συνεβασίλευον. Εἰ δὲ οὐ συνεβασίλευον, τί ἄρα ἀνέστησαν;


Πῶς οὖν ὁ τῆς Ἀποκαλύψεως λόγος τελειωθήσεται· εἰπόντος τοῦ Ἰωάννου, ὅτι Χριστὸς βασιλεύων ἡγήσεται τῶν δικαίων, ὅπερ οὖν καὶ γενήσεται; Εἰ δὲ εἶπεν, ὅτι τότε κατέβη ἐξ οὐρανοῦ, κελεύσας Ἀγγέλῳ σαλπίσαι ἀνάστασιν–τοῦτο γάρ ἐστι τὸ καταβήσεται ἐν φωνῇ Ἀρχαγγέλου, τοῦ προδρόμου καὶ κήρυκος, καὶ ἐν κελεύσματι καὶ σάλπιγγι συνέστηκεν ὅτι οὐκ ἦν ἐπὶ γῆς ἀπὸ χιλίων ἐτῶν, ἀλλ' ὅτε παραγέγονε–πῶς οὖν ἦσαν προαναστάντες τινὲς 82 δίκαιοι εἰς τὸ βασιλεῦσαι χίλια ἔτη, τοῦ Χριστοῦ μὴ ὄντος ἐπὶ τῆς γῆς σὺν αὐτοῖς; Ἀλλ' οὐδὲ ἐν ταύτῃ τῇ καταστάσει ἐν τῇ γῇ ὁ Χριστὸς ἐπὶ τῆς παρουσίας αὐτοῦ ἐλεύσεται ἐν ταπεινώσει, ἀλλ' ἐνδόξως. Αὐτὸς γὰρ εἶπεν ὅτι, ὡς ἀστραπὴ ὀφθεῖσα φθάνει ἀπὸ ἀνατολῆς εἰς δύσιν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.





Εἰ δὲ ἀπαρχὴ Χριστός, διατί διαίρεσιν ἔφη, ἔπειτα οἱ τοῦ Χριστοῦ; Οὐ μὴ δὲ διὰ πρώτην καὶ δευτέραν ἀνάστασιν. Εἰ γὰρ διὰ δύο ἀναστάσεις εἶπεν, ἔπειτα οἱ τοῦ Χριστοῦ, καὶ εἶτα τὸ τέλος, εὑρεθήσεται καὶ τῶν ἀπίστων ἀπαρχὴ ὁ Χριστός. Ἀλλὰ μὴ γένοιτο τοῦτο λογίσασθαι· οὐ γὰρ ἀσεβῶν ἀπαρχὴ ὁ Χριστός, ἀλλὰ τῶν εὐσεβῶν μόνων. Πῶς δὲ ἔσται ἀνάστασις πρὸ συντελείας, τοῦ Χριστοῦ ἐρχομένου ἐπὶ τῆς δευτέρας παρουσίας αὐτοῦ; Εἰ δὲ ἔρχεται συμβασιλεῦσαι τοῖς δικαίοις, καὶ αὖθις ἄνεισι, καὶ πάλιν κριτὴς παραγίνεται, τρεῖς πα 87 ρουσίας ποιήσεται. Καὶ πῶς οὐδὲ ἐν μιᾷ Γραφῇ τοῦτο γέγραπται; Ἀλλὰ καὶ ἀδύνατόν ἐστιν· εἰ γὰρ ἔλθῃ πρὸ συντελείας, ὁ κόσμος ἔτι ὢν φθαρτός, ἐν φθορᾷ καὶ τοὺς δικαίους εἶναι ποιεῖ, καὶ πάλιν θανατοῦνται, καὶ τοῦ συναπολαύοντος αὐτοῖς τῆς φθορᾶς. Ἀλλά γε οὐκ ἔστιν οὕτως· ἀπόκειται γάρ, φησὶν ὁ Ἀπόστολος, πάντας ἀποθανεῖν, καὶ μετὰ τοῦτο κρίσις. Οὕτω, φησί, καὶ ὁ Χριστὸς ἅπαξ ἀπέθανε· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Μία οὖν ἐστιν ἡ ἀνάστασις δικαίων καὶ ἀδίκων, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ ἐνισταμένη σαφῶς.

Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως (Αποκ 20:1-15)

438
Justinus Martyr Apol. : Dialogus cum Tryphone : Chapter 81, section 4, line 8

Καὶ ὁ Τρύφων πρὸς ταῦτα ἔφη· Εἶπον πρός σε, ὦ ἄνθρωπε, ὅτι ἀσφαλὴς ἐν πᾶσι σπουδάζεις εἶναι ταῖς γραφαῖς προσπλεκόμενος. εἰπὲ δέ μοι, ἀληθῶς ὑμεῖς ἀνοικοδομηθῆναι τὸν τόπον Ἰερουσαλὴμ τοῦτον ὁμολογεῖτε, καὶ συναχθήσεσθαι τὸν λαὸν ὑμῶν καὶ εὐφρανθῆναι σὺν τῷ Χριστῷ, ἅμα τοῖς
πατριάρχαις καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τοῦ ἡμετέρου γένους ἢ καὶ τῶν προσηλύτων γενομένων πρὶν ἐλθεῖν ὑμῶν τὸν Χριστόν, προσδοκᾶτε, ἤ, ἵνα δόξῃς περικρατεῖν ἡμῶν ἐν ταῖς ζητήσεσι, πρὸς τὸ ταῦτα ὁμολογεῖν ἐχώρησας; Κἀγὼ εἶπον· Οὐχ οὕτω τάλας ἐγώ, ὦ Τρύφων, ὡς ἕτερα λέγειν παρ' ἃ φρονῶ. ὡμολόγησα οὖν σοι καὶ πρότερον ὅτι ἐγὼ μὲν καὶ ἄλλοι πολλοὶ ταῦτα φρονοῦμεν, ὡς καὶ πάντως ἐπίστασθε τοῦτο γενησόμενον· πολλοὺς δ' αὖ καὶ τῶν τῆς καθαρᾶς καὶ εὐσεβοῦς ὄντων Χριστιανῶν γνώμης τοῦτο μὴ γνωρίζειν ἐσήμανά σοι. τοὺς γὰρ λεγομένους μὲν Χριστιανούς, ὄντας δὲ ἀθέους καὶ ἀσεβεῖς αἱρεσιώτας, ὅτι κατὰ πάντα βλάσφημα καὶ ἄθεα καὶ ἀνόητα διδάσκουσιν, ἐδήλωσά σοι. ὅτι δ' οὐκ ἐφ' ὑμῶν μόνων τοῦτο λέγειν με ἐπίστασθε, τῶν γεγενημένων ἡμῖν λόγων ἁπάντων, ὡς δύναμίς μου, σύνταξιν ποιήσομαι, ἐν οἷς καὶ τοῦτο ὁμολογοῦντά με, ὃ καὶ πρὸς ὑμᾶς ὁμολογῶ, ἐγγράψω. οὐ γὰρ ἀνθρώποις μᾶλλον ἢ ἀνθρωπίνοις διδάγμασιν αἱροῦμαι ἀκολουθεῖν, ἀλλὰ θεῷ καὶ τοῖς παρ' ἐκείνου διδάγμασιν. εἰ γὰρ καὶ συνεβάλετε ὑμεῖς τισι λεγομένοις Χριστιανοῖς, καὶ τοῦτο μὴ ὁμολογοῦσιν, ἀλλὰ καὶ βλασφημεῖν τολμῶσι τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ, οἳ καὶ λέγουσι μὴ εἶναι νεκρῶν ἀνάστασιν, ἀλλὰ ἅμα τῷ ἀποθνήσκειν τὰς ψυχὰς αὐτῶν ἀναλαμβάνεσθαι εἰς τὸν οὐρανόν, μὴ ὑπολάβητε αὐτοὺς Χριστιανούς, ὥσπερ οὐδὲ Ἰουδαίους, ἄν τις ὀρθῶς ἐξετάσῃ, ὁμολογήσειεν εἶναι τοὺς Σαδδουκαίους ἢ τὰς ὁμοίας αἱρέσεις Γενιστῶν καὶ Μεριστῶν καὶ Γαλιλαίων καὶ Ἑλληνιανῶν καὶ Φαρισαίων καὶ Βαπτιστῶν (καὶ μὴ ἀηδῶς ἀκούσητέ μου πάντα ἃ φρονῶ λέγοντος), ἀλλὰ λεγομένους μὲν Ἰουδαίους καὶ τέκνα Ἀβραάμ, καὶ χείλεσιν ὁμολογοῦντας τὸν θεόν, ὡς αὐτὸς κέκραγεν ὁ θεός, τὴν δὲ καρδίαν πόρρω ἔχειν ἀπ' αὐτοῦ. ἐγὼ δέ, καὶ εἴ τινές εἰσιν ὀρθογνώμονες κατὰ πάντα Χριστιανοί, καὶ σαρκὸς ἀνάστασιν γενήσεσθαι ἐπιστάμεθα καὶ χίλια ἔτη ἐν Ἰερουσαλὴμ οἰκοδομηθείσῃ καὶ κοσμηθείσῃ καὶ πλατυνθείσῃ, ὡς οἱ προφῆται Ἰεζεκιὴλ καὶ Ἠσαίας καὶ οἱ ἄλλοι ὁμολογοῦσιν. Οὕτως γὰρ Ἠσαίας περὶ τῆς χιλιονταετηρίδος ταύτης εἶπεν· Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων οὐδὲ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ὅσα ἐγὼ κτίζω· ὅτι ἰδοὺ ἐγὼ ποιῶ τὴν Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην, καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου. καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος ἡμέραις καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος υἱὸς ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς υἱὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν. οὐ μὴ οἰκοδομήσωσι καὶ ἄλλοι κατοικήσουσι, καὶ οὐ μὴ φυτεύσωσι καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν πλεονάσουσιν. οἱ ἐκλεκτοί μου οὐ μὴ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα δίκαιον καὶ εὐλογημένον ὑπὸ κυρίου ἔσονται, καὶ ἔγγονα αὐτῶν μετ' αὐτῶν. καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστι; τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ, λέγει κύριος. τὸ οὖν εἰρημένον ἐν τοῖς λόγοις τούτοις, ἔφην· Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν <παλαιώσουσι>, νενοήκαμεν ὅτι χίλια ἔτη ἐν μυστηρίῳ μηνύει. ὡς γὰρ τῷ Ἀδὰμ εἴρητο, ὅτι ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, ἐν ἐκείνῃ ἀποθανεῖται, ἔγνωμεν αὐτὸν μὴ ἀναπληρώσαντα χίλια ἔτη. συνήκαμεν καὶ τὸ εἰρημένον, ὅτι Ἡμέρα κυρίου ὡς χίλια ἔτη, εἰς τοῦτο συνάγειν. καὶ ἔπειτα καὶ παρ' ἡμῖν ἀνήρ τις, ᾧ ὄνομα Ἰωάννης, εἷς τῶν ἀποστόλων τοῦ Χριστοῦ, ἐν ἀποκαλύψει γενομένῃ αὐτῷ χίλια ἔτη ποιήσειν ἐν Ἰερουσαλὴμ τοὺς τῷ ἡμετέρῳ Χριστῷ πιστεύσαντας προεφήτευσε, καὶ μετὰ ταῦτα τὴν καθολικὴν καί, συνελόντι φάναι, αἰωνίαν ὁμοθυμαδὸν ἅμα πάντων ἀνάστασιν γενήσεσθαι καὶ κρίσιν. ὅπερ καὶ ὁ κύριος ἡμῶν εἶπεν, ὅτι Οὔτε γαμήσουσιν οὔτε γαμηθήσονται, ἀλλὰ ἰσάγγελοι ἔσονται, τέκνα τοῦ θεοῦ τῆς ἀναστάσεως ὄντες.

Μία μαρτυρία του Ιουστίνου του μάρτυρα και απολογητή για την χιλιετή βασιλεία.

Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως (Αποκ 20:1-15)

439
neoklis έγραψε:
Justinus Martyr Apol. : Dialogus cum Tryphone : Chapter 81, section 4, line 8

Καὶ ὁ Τρύφων πρὸς ταῦτα ἔφη· Εἶπον πρός σε, ὦ ἄνθρωπε, ὅτι ἀσφαλὴς ἐν πᾶσι σπουδάζεις εἶναι ταῖς γραφαῖς προσπλεκόμενος. εἰπὲ δέ μοι, ἀληθῶς ὑμεῖς ἀνοικοδομηθῆναι τὸν τόπον Ἰερουσαλὴμ τοῦτον ὁμολογεῖτε, καὶ συναχθήσεσθαι τὸν λαὸν ὑμῶν καὶ εὐφρανθῆναι σὺν τῷ Χριστῷ, ἅμα τοῖς
πατριάρχαις καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τοῦ ἡμετέρου γένους ἢ καὶ τῶν προσηλύτων γενομένων πρὶν ἐλθεῖν ὑμῶν τὸν Χριστόν, προσδοκᾶτε, ἤ, ἵνα δόξῃς περικρατεῖν ἡμῶν ἐν ταῖς ζητήσεσι, πρὸς τὸ ταῦτα ὁμολογεῖν ἐχώρησας; Κἀγὼ εἶπον· Οὐχ οὕτω τάλας ἐγώ, ὦ Τρύφων, ὡς ἕτερα λέγειν παρ' ἃ φρονῶ. ὡμολόγησα οὖν σοι καὶ πρότερον ὅτι ἐγὼ μὲν καὶ ἄλλοι πολλοὶ ταῦτα φρονοῦμεν, ὡς καὶ πάντως ἐπίστασθε τοῦτο γενησόμενον· πολλοὺς δ' αὖ καὶ τῶν τῆς καθαρᾶς καὶ εὐσεβοῦς ὄντων Χριστιανῶν γνώμης τοῦτο μὴ γνωρίζειν ἐσήμανά σοι. τοὺς γὰρ λεγομένους μὲν Χριστιανούς, ὄντας δὲ ἀθέους καὶ ἀσεβεῖς αἱρεσιώτας, ὅτι κατὰ πάντα βλάσφημα καὶ ἄθεα καὶ ἀνόητα διδάσκουσιν, ἐδήλωσά σοι. ὅτι δ' οὐκ ἐφ' ὑμῶν μόνων τοῦτο λέγειν με ἐπίστασθε, τῶν γεγενημένων ἡμῖν λόγων ἁπάντων, ὡς δύναμίς μου, σύνταξιν ποιήσομαι, ἐν οἷς καὶ τοῦτο ὁμολογοῦντά με, ὃ καὶ πρὸς ὑμᾶς ὁμολογῶ, ἐγγράψω. οὐ γὰρ ἀνθρώποις μᾶλλον ἢ ἀνθρωπίνοις διδάγμασιν αἱροῦμαι ἀκολουθεῖν, ἀλλὰ θεῷ καὶ τοῖς παρ' ἐκείνου διδάγμασιν. εἰ γὰρ καὶ συνεβάλετε ὑμεῖς τισι λεγομένοις Χριστιανοῖς, καὶ τοῦτο μὴ ὁμολογοῦσιν, ἀλλὰ καὶ βλασφημεῖν τολμῶσι τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ, οἳ καὶ λέγουσι μὴ εἶναι νεκρῶν ἀνάστασιν, ἀλλὰ ἅμα τῷ ἀποθνήσκειν τὰς ψυχὰς αὐτῶν ἀναλαμβάνεσθαι εἰς τὸν οὐρανόν, μὴ ὑπολάβητε αὐτοὺς Χριστιανούς, ὥσπερ οὐδὲ Ἰουδαίους, ἄν τις ὀρθῶς ἐξετάσῃ, ὁμολογήσειεν εἶναι τοὺς Σαδδουκαίους ἢ τὰς ὁμοίας αἱρέσεις Γενιστῶν καὶ Μεριστῶν καὶ Γαλιλαίων καὶ Ἑλληνιανῶν καὶ Φαρισαίων καὶ Βαπτιστῶν (καὶ μὴ ἀηδῶς ἀκούσητέ μου πάντα ἃ φρονῶ λέγοντος), ἀλλὰ λεγομένους μὲν Ἰουδαίους καὶ τέκνα Ἀβραάμ, καὶ χείλεσιν ὁμολογοῦντας τὸν θεόν, ὡς αὐτὸς κέκραγεν ὁ θεός, τὴν δὲ καρδίαν πόρρω ἔχειν ἀπ' αὐτοῦ. ἐγὼ δέ, καὶ εἴ τινές εἰσιν ὀρθογνώμονες κατὰ πάντα Χριστιανοί, καὶ σαρκὸς ἀνάστασιν γενήσεσθαι ἐπιστάμεθα καὶ χίλια ἔτη ἐν Ἰερουσαλὴμ οἰκοδομηθείσῃ καὶ κοσμηθείσῃ καὶ πλατυνθείσῃ, ὡς οἱ προφῆται Ἰεζεκιὴλ καὶ Ἠσαίας καὶ οἱ ἄλλοι ὁμολογοῦσιν. Οὕτως γὰρ Ἠσαίας περὶ τῆς χιλιονταετηρίδος ταύτης εἶπεν· Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων οὐδὲ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ὅσα ἐγὼ κτίζω· ὅτι ἰδοὺ ἐγὼ ποιῶ τὴν Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην, καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου. καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος ἡμέραις καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος υἱὸς ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς υἱὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν. οὐ μὴ οἰκοδομήσωσι καὶ ἄλλοι κατοικήσουσι, καὶ οὐ μὴ φυτεύσωσι καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν πλεονάσουσιν. οἱ ἐκλεκτοί μου οὐ μὴ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα δίκαιον καὶ εὐλογημένον ὑπὸ κυρίου ἔσονται, καὶ ἔγγονα αὐτῶν μετ' αὐτῶν. καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστι; τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ, λέγει κύριος. τὸ οὖν εἰρημένον ἐν τοῖς λόγοις τούτοις, ἔφην· Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου αἱ ἡμέραι τοῦ λαοῦ μου ἔσονται, τὰ ἔργα τῶν πόνων αὐτῶν <παλαιώσουσι>, νενοήκαμεν ὅτι χίλια ἔτη ἐν μυστηρίῳ μηνύει. ὡς γὰρ τῷ Ἀδὰμ εἴρητο, ὅτι ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, ἐν ἐκείνῃ ἀποθανεῖται, ἔγνωμεν αὐτὸν μὴ ἀναπληρώσαντα χίλια ἔτη. συνήκαμεν καὶ τὸ εἰρημένον, ὅτι Ἡμέρα κυρίου ὡς χίλια ἔτη, εἰς τοῦτο συνάγειν. καὶ ἔπειτα καὶ παρ' ἡμῖν ἀνήρ τις, ᾧ ὄνομα Ἰωάννης, εἷς τῶν ἀποστόλων τοῦ Χριστοῦ, ἐν ἀποκαλύψει γενομένῃ αὐτῷ χίλια ἔτη ποιήσειν ἐν Ἰερουσαλὴμ τοὺς τῷ ἡμετέρῳ Χριστῷ πιστεύσαντας προεφήτευσε, καὶ μετὰ ταῦτα τὴν καθολικὴν καί, συνελόντι φάναι, αἰωνίαν ὁμοθυμαδὸν ἅμα πάντων ἀνάστασιν γενήσεσθαι καὶ κρίσιν. ὅπερ καὶ ὁ κύριος ἡμῶν εἶπεν, ὅτι Οὔτε γαμήσουσιν οὔτε γαμηθήσονται, ἀλλὰ ἰσάγγελοι ἔσονται, τέκνα τοῦ θεοῦ τῆς ἀναστάσεως ὄντες.

Μία μαρτυρία του Ιουστίνου του μάρτυρα και απολογητή για την χιλιετή βασιλεία.
Τα λόγια του Ιουστίνου όμως εννοούν την χιλιετή βασιλεία την οποία ήδη διένυε και η οποία άρχισε με την σταύρωση του Χριστού!

Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως (Αποκ 20:1-15)

440
Ένα απόσπασμα από τη Βικιπαίδεια
Ιστορικό του Χιλιασμού στην αρχαία εκκλησία, μέχρι τον Μεσαίωνα

"Έτερον θέμα της εσχατολογίας της εποχής ήτο ο Χιλιασμός"[6] αν και "ποτέ δεν κέρδισε την αποδοχή όλης της εκκλησίας"[7]. "Την ιδέαν ενεκολπώθησαν πολλοί ιεροί συγγραφείς...ενώ άλλοι είτε ετήρουν σιγήν περί αυτής είτε και την κατεπολέμησαν"[8]. Στους χιλιαστές της πρωτοχριστιανικής εκκλησίας "συγκαταλέγονται και τινες των κατά τας πρώτας εκατονταετηρίδας διδασκάλων και Πατέρων της Εκκλησίας, Βαρνάβας ο αποστολικός ανήρ, Παπίας ο της εν Φρυγία Ιεραπόλεως επίσκοπος, Ιουστίνος ο φιλόσοφος και μάρτυς, Ειρηναίος, ο Λουγδούνου επίσκοπος, Λακτάντιος και ει τινες έτεροι".[9]
Η χιλιαστική δοξασία κυρίως "εστηρίζετο επί του 20ου κεφαλαίου της Αποκαλύψεως" και αναπτύχθηκε με εμφανείς τις "επιδράσεις της αποκαλυπτικής γραμματείας του Ιουδαϊσμού"[6][10]. Τέτοια έργα ήταν τα "Δ' Έσδρα (κεφ. 5,7,10,12), Ενώχ (45,50, 51,61), Βαρούχ[11] (29,40,53,72), Ιωβηλαίων (1,13, 20,23), Ψαλμ. Σολομώντος (17), Αποκ. Πέτρου κ.ά.." που "συνεδέοντο δε και με την έξαρση του μεταγενέστερου Ιουδαϊκού μεσσιανισμού, ήτοι με την έντονη Ιουδαϊκή προσδοκία της ελεύσεως του Μεσσία για την εγκαθίδρυση στη γη χιλιετούς Ιουδαϊκής βασιλείας με κέντρο την Ιερουσαλήμ, στην οποία θα υποτάσσοντο όλοι οι λαοί της γης."[12]. Η ιδέα αυτή που "συνεδέετο προς φαινόμενα ενθουσιαστικά και προφητικά, εκαλλιεργήθη δε κυρίως υπό του Μοντανισμού"[13].
"Ο επίσκοπος Ιεραπόλεως Παπίας φαίνεται, ότι πρώτος "διέδωκεν" τη διδασκαλία αυτή την οποία ο Γάιος[14] και ο Ευσέβιος απέδιδαν στον γνωστικό Κήρινθο. Επιπλέον, ο Παπίας, "γνώριζε την Αποκάλυψη και την ιουδαϊκή αποκαλυπτική γραμματεία της εποχής, υπό την επίδραση μάλιστα της οποίας δέχθηκε...τον Χιλιασμό"[15]. Επίσης, τον χιλιασμό δέχτηκαν και μερικοί Λατίνοι συγγραφείς όπως ο Λακτάντιος, ο Βικτωρίνος και ο Κομμοδιανός "επί των οποίων είναι εμφανείς αι επιδράσεις της αποκαλυπτικής γραμματείας του Ιουδαϊσμού (χιλιαστική αντίληψις και άλλαι λαϊκαί παραδόσεις)"[16]. Επίσης, συγγραφείς αποκρύφων κειμένων του 2ου αιώνα υποστήριξαν "χιλιαστικές δοξασίες, όπως ο συγγραφέας της Επιστολής Βαρνάβα (15, 4-8), ο Ερμάς στον Ποιμένα, ο συγγραφέας της Β' Κλήμεντος" κ.ά.[17].
Οι χιλαστές, δεν αποτελούσαν όμως ενιαίο σύστημα αλλά "προς εαυτούς διεφώνουν καθότι ο μεν Ιουστίνος (Απολ. Α.52.) επίστευεν ότι πάντες οι άνθρωποι εξελεύσονται των τάφων εν τη δευτέρα παρουσία ο δε Ειρηναίος (Adv. haeres V. 32—36.) εδόξαζεν ότι μόνοι οι δίκαιοι αναστήσονται, καθώς και ο Τερτυλλιανός (De ressurect. carnis 42. De anima 58. Adv. Marcion. III. 4.), όστις όμως διέφερε νομίζων οτι οι μεν πρότερον, οι δε ύστερον εγερθήσονται κατά την ιδίαν αυτών αξίαν έκαστος, ο δε Λακτάντιος όστις επίστευε δύο αναστάσεις, την μεν κατά την παρουσίαν, την δε κατά την τελευταίαν κρίσιν, ενόμιζεν ότι οι χριστιανοί μόνοι αναστήσονται κατά την πρώτην, οι μεν αγαθοί όπως ανταμειφθώσιν, οι δε κακοί όπως τιμωρηθώσι, κατά δε την δευτέραν οι δίκαιοι μεταμορφωθήσονται εις σχήμα αγγέλων (Inslit. div. VII.20. 26.)"[18]
Επιπλέον, "η καρποφορία περιγράφεται καθ' υπερβολήν υπό του Ειρηναίου (επιδράσεις χιλιαστικών δοξασιών του Παπίου)", ενώ "ο Ιουστίνος, αν και ένθερμος υποστηρικτής του Χιλιασμού, κατώρθωσεν εν τούτοις να αποφύγη τας υπερβολικάς...ταύτας υλιστικάς προσδοκίας"[19], τη στιγμή που ο Ειρηναίος μένει σταθερά υπέρ του "περί αιωνίας τιμωρίας των αμαρτωλών φρονήματος της Εκκλησίας"[20].
Ο "Τερτυλλιανός επηρεάζεται σημαντικώς υπό της θεολογικής σκέψεως του Ειρηναίου...εις τας χιλιαστικάς αντιλήψεις"[21] και οι οποίες "ως ήτο δε φυσικόν επετείνοντο αισθητώς και υπό των μοντανιστικών του αντιλήψεων" για τους οποίους "Μοντανιστάς, η επί της γης κάθοδος της άνω Ιερουσαλήμ (Αποκ. 21) ήτο επικείμενη"[22] ενώ οι προφητείες και οι οράσεις των μοντανιστών προφητών συγκροτήθηκαν σε ιδιαίτερη Γραφή, η οποία προβαλλόταν ως ανώτερη από την Καινή Διαθήκη" και ως "η τελική αποκάλυψη (Ιππολύτου, Έλεγχος, VII, 19. Τερτυλλιανού, De virg. velandis, 1)"[23]
Επίσης, ο "επίσκοπος Αρσινόης εν Αιγύπτω Νέπως, ο αρχηγός των εν Αιγύπτω χιλιαστών...απέκτησε πολλούς οπαδούς, οίτινες μετά τον θάνατον του Νέπωτος τον χιλιασμόν αποδεχόμενοι υπό την διεύθυνσιν Κορακίωνος τίνος απεχωρίσθησαν από της εκκλησίας, αλλά βραδύτερον επεστράφησαν από της δοξασίας ταύτης υπό του επισκόπου Αλεξανδρείας Διονυσίου"[24]
Η αντίληψη που αφορούσε την αναμενόμενη χιλιετή Βασιλεία του Χριστού "επί γης" ήταν αρκετά διαδεδομένη, "και πολλοί των καθολικών χριστιανών ησπάζοντο αυτήν"[25] χωρίς όμως να κερδίσει "ποτέ την αποδοχή από ολόκληρη την εκκλησία"[26]. Αυτό παραδέχεται και ο Ιουστίνος, υπέρμαχος χιλιαστικών απόψεων, καθώς αναφέρει ότι στην εποχή του υπήρχαν πολλοί χριστιανοί "καθαράς και ευσεβούς γνώμης", "οι οποίοι δεν συνεμερίζοντο τας περί χιλιασμού αντιλήψεις"[27]. 'Γενικά, '"...ταχέως προσέβαλον αυτήν άλλοι, ιδίως αφ' ότου οι Μοντανισταί εδέχθησαν αυτήν. Ο πρεσβύτερος της εν Ρώμη εκκλησίας Γάιος έγραψε κατ' αυτής"[25]. Οι διαμάχες που υπήρξαν ανάμεσα σε χιλιαστές και μή, "αποτέλεσαν και τον κύριο λόγο, ώστε να...καθυστερήσει στην Ανατολή η πλήρης αποδοχή της [Αποκαλύψεως] στον κανόνα της ΚΔ"[28].
"Η χιλιαστική μεσοβασιλεία του Χριστού επί της γης εγκαταλείπεται οριστικώς υπό του Ιππολύτου. Ούτος ερμηνεύει αλληγορικώς την περικοπήν της Αποκαλύψεως...Τα χίλια έτη...δεν υποδηλούν ισόποσον χρονικήν περίοδον πραγματικής βασιλείας τοϋ Χριστού επί της γής...αλλ' είναι έκφρασις σχηματική"[29] και συνολικά "οι χιλιαστικές όμως ιδέες ατόνησαν προοδευτικά μετά τα μέσα του Γ' αιώνα"[30]
Σύμφωνα με τον Ειρηναίο και τον Ευσέβιο, ο Παπίας Ιεραπόλεως (περ. 70-135) υποστήριζε ότι έλαβε τη διδασκαλία περί κυριολεκτικής χιλιετούς βασιλείας επί γης από τον ίδιο τον Ιωάννη και ότι αυτό πίστευαν και άλλοι πρεσβύτεροι που γνώριζαν τον Ιωάννη. Ο Παπίας, μάλιστα περιέγραψε αυτή τη χιλιετή βασιλεία χρησιμοποιώντας τις εικόνες του προφήτη Ησαΐα για μια περίοδο που ακόμα και τα ζώα θα ζουν μεταξύ τους ειρηνικά, και η γη θα είναι πολύ γόνιμη.[31].
Εκείνη περίπου την περίοδο, χιλιαστικές δοξασίες συναντάμε σε απόκρυφα και ψευδεπίγραφα κείμενα όπως η Επιστολή Βαρνάβα, ο Ποιμένας του Ερμά, η επιστολή Β' Κλήμεντος[32] κ.ά.
Ο Iουδαίος Τρύφωνας χλεύαζε τους χριστιανούς επειδή πίστευαν πως η Ιερουσαλήμ επρόκειτο να γίνει πρωτεύουσα της Βασιλείας του Χριστού, όπου θα αναστηθούν οι αρχαίοι πατριάρχες καθώς και οι άλλοι προφήτες των Γραφών και, μαζί με άλλους προσηλύτους, θα αναγνωρίσουν την εξουσία του Ιησού Χριστού. Ο Ιουστίνος ο Μάρτυρας (περ. 100-165) απάντησε, όπως καταγράφεται στο γνωστό έργο Προς Τρύφωνα Ιουδαίον διάλογος, λέγοντας πως υπάρχουν χριστιανοί που το πιστεύουν αυτό, αλλά όχι όλοι. Για τον εαυτό του είπε πως πίστευε, όπως και άλλοι χριστιανοί, πως θα γίνει ανάσταση των νεκρών και θα λάβει χώρα η χιλιετής βασιλεία με έδρα την Ιερουσαλήμ, η οποία θα ξαναχτιστεί και θα γεμίσει δόξα[31].
Από τον Παπία και τον Ιουστίνο κληρονόμησε την πίστη στον χιλιασμό ο Ειρηναίος (περ. 130–200). Ο Ειρηναίος πίστευε ότι, εφόσον ο κόσμος φτιάχτηκε σε έξι μέρες, θα έχει και ύπαρξη 6.000 ετών. Ο Αντίχριστος θα βασιλεύσει για τριάμισι χρόνια και ύστερα θα θανατωθεί και θα ριχτεί από τον Χριστό στη λίμνη του πυρός. Στη συνέχεια θα ακολουθήσει η ευλογημένη έβδομη ημέρα, η χιλιετία, όπου θα ζουν οι δίκαιοι, αποτελούμενοι τόσο από Εβραίους όσο και από εθνικούς, μαζί με τους Πατριάρχες[31].
Μετά το 172, υπέρμαχοι του χιλιασμού υπήρξαν οι Μοντανιστές, μια αίρεση που έδινε μεγάλη έμφαση τις εκστάσεις και τα οράματα και αντιδρούσε έντονα στην κατ' αυτούς θεωρούμενη διαφθορά της τότε εκκλησίας. Οι Μοντανιστές πίστευαν πως στις μέρες τους θα γινόταν πραγματικότητα η χιλιετής βασιλεία του Χριστού. Ο Τερτυλλιανός (περ. 160–220), τόσο πριν ενταχθεί στο κίνημα του Μοντανισμού όσο και μετά, πίστευε ότι οι Εβραίοι θα επέστρεφαν στη γη τους και ότι η ουράνια Ιερουσαλήμ θα κατέβει στη γη κατά τη χιλιετή βασιλεία.[33].
Στα μέσα του 3ου αιώνα, ο Λατίνος θεολόγος ποιητής Κομμοδιανός εφάρμοσε τα προφητικά λόγια της Αποκάλυψης στην άμεσα αναμενόμενη καταστροφή της Ρώμης, η οποία δίωξε τους Χριστιανούς, την εμφάνιση δύο διαδοχικών Αντιχρίστων και τελικά την ανατροπή τους από τον Χριστό, την ανάσταση των εκλεκτών από τους νεκρούς, την χιλιετή Βασιλεία ευτυχίας, την καταστροφή του κόσμου από φωτιά και τη γενική ανάσταση των νεκρών για ζωή είτε στον Παράδεισο είτε στην Κόλαση[34]. Παρόμοια, «χριστιανικές χιλιαστικές ιδέες» εξέφρασε το 250 ο Νέπως, επίσκοπος στην Αίγυπτο, το 260 ο Κορακίων, ο οποίος ήταν πρεσβύτερος και διέθετε επιρροή στην επαρχία της Αρσινόης, και το 310 ο Λακτάντιος[35]. Ο Μελίτων Σάρδεων διακρατούσε χιλιαστικές προσδοκίες[36][37] και υπήρξε εξέχων εκπρόσωπος του χιλιασμού κατά τον 2ο αιώνα[38], σύμφωνα με τις μαρτυρίες του Ιερώνυμου[39] και του Γεννάδιου Μασσαλίας[40].
Εχόντων έτσι των πραγμάτων, ο ιστορικός Φίλιπ Σαφ έγραψε ότι «το πιο εκπληκτικό σημείο» στην περίοδο πριν από τη Σύνοδο της Νίκαιας το 325 μ.Χ. ήταν «η πεποίθηση σε μια ορατή βασιλεία του Χριστού με δόξα πάνω στη γη μαζί με τους αναστημένους αγίους για χίλια χρόνια, πριν από τη γενική ανάσταση και κρίση»[41].
Ωστόσο, τον 2ο αιώνα άρχισε ο αντίλογος απέναντι στον χιλιασμό. Κατά την Ηθική και Θρησκευτική Εγκυκλοπαίδεια, ο Γάϊος που "βοήθησε θεολογικά την Εκκλησία στην αντιμετώπιση του αποκαλυπτικού κινήματος της εποχής του και της πληθώρας των απόκρυφων βιβλίων, που νόθευαν τον Κανόνα της Γραφής" καταπολεμά τη διδασκαλία "περί χιλιετούς βασιλείας του Χριστού στη γη". Η αντίδρασή του ήταν τόσο μεγάλη ώστε "προς αναίρεσιν των χιλιαστικών τούτων δοξασιών...ο Γάϊος απέρριψε την Αποκάλυψιν του Ιωάννου" την οποία απέδωσε στον Κήρινθο[42].
Ο Ωριγένης, αντί να απορρίψει το βιβλίο της Αποκάλυψης, παρουσίασε μια συμβολική ερμηνεία, με τη Βασιλεία του Θεού ως ένα γεγονός που δεν επρόκειτο να συμβεί σε δεδομένο τόπο ή χρόνο αλλά μέσα στις ψυχές των πιστών[43] όπως και άλλες θεολογικές απόψεις. Κάποιες από αυτές, μη χιλιαστικές[44], δημιούργησαν τις λεγόμενες "Ωριγενιστικές έριδες" που ξεκίνησαν από τον 4ο και έφτασαν μέχρι τον 6ο αιώνα[45] και επέφεραν την καταδίκη του από την Εκκλησία ως αιρετικό[46]. Βεβαίως αυτό δεν σημαίνει ότι οι όλες οι απόψεις του ήταν καταδικασμένες, αφού "η εκκλησιαστική ορθοδοξία διαχώρισε το γνήσιο πυρήνα του χιλιασμού από τις αριθμοσοφικές περιττολογίες" αποδεχόμενη "τον εσχατολογικό δυναμισμό του χιλιαστικού φαινομένου"[47]. Έτσι, ακόμη και μεγάλοι πατέρες της Εκκλησίας αφού παραμέρισαν αρκετές από τις φιλοσοφικές ερμηνείες που λειτουργούσαν ως συγκοινωνούντα δοχεία με νεοπλατωνική φιλοσοφία, τίμησαν τον Ωριγένη, όπως ο "Μ. Αθανάσιος" που "ομιλεί επαινετικώς εις τα έργα του περί του Ώριγένους" αλλά και οι "Μ. Βασίλειος (330-379) και Γρηγόριος ο Ναζιανζηνός (πιθ. 329 - προ του 390) συνέταξαν την Φιλοκαλίαν του Ωριγένους, ήτοι μίαν ανθολογίαν"[48]. Το εντυπωσιακό είναι ότι η αναγνώριση και η χρήση των μη πεπλανημένων αυτού δοξασιών, σύμφωνα πάντα με την εκκλησιαστική ορθοδοξία, συνεχίστηκε ακόμη και μετά την οικουμενική του καταδίκη[49]. Κατά τον Ευσέβιο, η διδασκαλία του Ωριγένη ενόσω ζούσε, ουδέποτε έγινε αντικείμενο καταδίκης.
Ακολούθως, ο Διονύσιος επίσκοπος Αλεξανδρείας (248-264) ο "διδάσκαλος" της "καθολικής Εκκλησίας"[50], καταπολέμησε τις χιλιαστικές αντιλήψεις που κυκλοφορούσαν στους κόλπους της Εκκλησίας[51] "φέρνοντας την οριστική ρήξη με την χιλιαστική παράδοση"[52]. Συνολικά, αρκετές ακόμη εκκλησιαστικές σύνοδοι και εξέχουσες φυσιογνωμίες του χριστιανικού χώρου, όπως ο Κλήμης ο Αλεξανδρεύς, ο Ευσέβιος της Καισαρείας, ο Αυγουστίνος, κ.ά., ασχολήθηκαν με το χιλιασμό και την καταδίκη των ιδεών του, που ούτως ή άλλως "ατόνησαν προοδευτικά μετά τα μέσα του Γ' αιώνα"[53], αρκετές δεκαετίες πριν την έξοδο της εκκλησίας από τους διωγμούς και την πραγματοποίηση της Α' Οικουμ. Συνόδου).
Όταν πλέον παγιώθηκε στην Εκκλησία η πίστη στη συμβολική εφαρμογή της χιλιετούς βασιλείας, ο Ευσέβιος έγραψε[54] ότι κυριολεκτική κατανόηση είχε εισηγητή τον γνωστικό Κήρινθο[55] που συνδύαζε τον χιλιασμό με έναν "αντινομισμό και ηδονισμό"[56]. Από εκεί παρέλαβε τις χιλιαστικές του πεποιθήσεις ο Παπίας Ιεραπόλεως τις οποίες αποδέχτηκε χωρίς όμως την ηδονιστική διάσταση που είχε ο χιλιασμός του Κηρίνθου[57].

«Η Δευτέρα Παρουσία», από τη Μονή Αγίου Παντελεήμονος του Νομού Ηρακλείου. (17ος αι.) (Μουσείο Ιερών Εικόνων και Κειμηλίων Ιεράς Αρχιεπισκοπής Κρήτης)
Έτσι, έκτοτε για την Ορθόδοξη Εκκλησία, "τα 1000 χρόνια" θα μπορούσαν να είναι "συμβολικός αριθμός" που "σημαίνει μακρό χρονικό διάστημα" καθώς δεν θα πρέπει να "λησμονούμε ποτέ την παρατήρηση της Β' Πετρ. 3:8 πως 'χίλια έτη ως ημέρα μία παρά τω θεώ'"[58] αλλά και στην Παλαιά Διαθήκη δηλώνεται ότι "χίλια έτη εν οφθαλμοίς σου Κύριε ως ημέρα"[59].

Ήταν αρκετοί τελικά οι Χιλιαστές Πατέρες .....

Re: Η χιλιετής βασιλεία της Αποκαλύψεως (Αποκ 20:1-15)

441
Δεν είναι ακριβώς Πατέρες,αλλά απολογητές,ετσι τους ονόμασε η εκκλησία.
Επιπλέον, ο Παπίας, "γνώριζε την Αποκάλυψη και την ιουδαϊκή αποκαλυπτική γραμματεία της εποχής, υπό την επίδραση μάλιστα της οποίας δέχθηκε...τον Χιλιασμό"[15].
Εδω φαίνεται απο που επηρεάστηκαν.

Άλλωστε εξέφραζαν προσωπικές απόψεις,όχι το σύνολο της εκκλησίας.
Caer está permitido, levantarse es obligatorio....."Επιτρέπεται να πέσεις, επιβάλλεται να σηκωθείς"
Xαμένη μάχη,είναι αυτή που φοβήθηκες να δώσεις
Πριν γράψεις σκέψου! Πριν κατακρίνεις περίμενε! Πριν προσευχηθείς συγχώρα! Πριν παραιτηθείς προσπάθησε!
Καλό είναι το να υπάρχεις …μα το να ζεις εν Χριστώ είναι άλλο πράγμα !
Απάντηση

Επιστροφή στο “Προφητείες και Αποκάλυψη”

cron