437
από grecko
Ας δούμε λοιπόν τι λέει ο άγιος Εφραίμ ο Σύρος πάνω στο θέμα της χιλιετούς βασιλείας,τι σημαίνουν τα χίλια έτη,τι συμβολίζει η λύση του σατανά,αν θα υπάρχει ζωή στην γη μετά την πρώτη ανάσταση και τι σημαίνουν οι δυο αναστάσεις.
Απο το κείμενο Περι μετανοίας.
Ὁ Σωτὴρ εἶπε πρῶτον τὴν συντέλειαν, εἶθ' οὕτω τὴν ἀνάστασιν. Ἔφη ὅτι ὡς φύλλα συκῆς τὰ ἄστρα πεσοῦνται τοῦ στερεώματος. Πῶς οὖν ἔσται χίλια ἔτη ἐπὶ τῆς γῆς σαρκικῶς βιοῦντες οἱ δίκαιοι; Λέγει δὲ καὶ ὁ μακάριος ἀπόστολος Πέτρος ὅτι πάντα τὰ ἐπὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἀπὸ πυρὸς συντελεσθήσονται. 73 Πῶς οὖν ἔσται τῆς γηΐνης ἀπολαύσεως ἡ χρῆσις; Καινοὺς ἡμῖν οὐρανοὺς ἐπηγγείλατο καὶ γῆν καινήν. Ἄρ' οὖν οὐδὲν πλέον ἕξουσιν οἱ Ἅγιοι ἀνιστάμενοι. Ὁ Παῦλος εἶπεν ὅτι τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ἄρ' οὖν ἀφανισθήσονται τῶν δικαίων αἱ ἐπαγγελίαι, ἐὰν πάλιν τοῖς προσκαίροις ἀποχρήσωνται.
Οὐκ εἶπεν ὁ Δεσπότης δύο συντελείας, ἵνα πάλιν μετὰ τὰ χίλια ἔτη γενήσεται συντέλεια. Οὐκ ἔφη ἐν τῇ Ἀποκαλύψει ὁ Ἰωάννης τὴν χρῆσιν τῶν καρπῶν τοῦ Θεοῦ πρόσκαιρον, ἵνα δείξῃ ὅτι αἰώνιος ἡ ἀπόλαυσις. Καὶ πῶς οἴονταί τινες ὅτι μετὰ χίλια ἔτη πάλιν ἔσται συντέλεια τῆς γεώδους καταστάσεως; Οὐχ οὕτως· ἀλλ' ὡς συνᾴδει ὁ Δαυῒδ τῷ Ἰωάννῃ, καὶ Ἰωάννης τῷ Μωυσῇ λέγοντες· δένδρα ἐν φύλλοις ὑγίειαν βαστάζοντα, καὶ ἐν τοῖς καρποῖς αὐτῶν τὴν αἰώνιον ζωήν. Οὐκοῦν ὁ νοερὸς καὶ πνευματικὸς παράδεισός ἐστι χῶρος τῆς αἰωνίου ἀπολαύσεως.
Οὐ γὰρ συντελεσθήσεται ἐκεῖνος ὁ παράδεισος· μένει γὰρ ἐν αὐτῷ τὰ μὴ σαλευόμενα· ἐπεὶ γὰρ οὕτως οἱ καινοὶ οὐρανοὶ ἐφαπλοῦνται τῆς ἀφθαρσίας, καὶ ἡ καινὴ γῆ ἀνακιρνᾶται τῆς αἰωνίου καταστάσεως καὶ μακαριότητος. 74 Λέγει καὶ ὁ Μωυσῆς αἰνιττόμενος ὅτι ἐκεῖ ὁ Θεὸς τῆς αἰωνίου ζωῆς τὸ ξύλον ἐφύτευσε, καὶ ὁ Δαυῒδ εἶπε σὺν τῷ Ἰωάννῃ ὅτι τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται. Οὐκοῦν οὐκ ἐν χιλίοις ἔτεσι διαρκέσει ἡ τῶν Ἁγίων ἀπόλαυσις. Εἰ πάντα ἐν παραβολῇ καὶ ἐν αἰνίγματι ὁ Ἰωάννης ἐν Ἀποκαλύψει ἐλάλησε, καὶ τὰ χίλια ἔτη συμβολικῶς ἔθετο.
Οὕτως οὖν 76 καὶ ἐπὶ τῶν χιλίων ἐτῶν τὸ ἀκατάληπτον τῆς αἰωνίου ζωῆς ᾐνίξατο. Εἰ γὰρ ἡμέρα μία παρὰ Κυρίου ὡς χίλια ἔτη, τίς δυνήσεται ἀριθμῆσαι πόσαι ἡμέραι εἰσὶ χιλίων ἐτῶν, καὶ τῶν τοσούτων ἡμερῶν τὰς χιλιάδας τῶν χιλιάδων, καὶ τῶν μυριάδων τὰς μυριάδας; Διὰ τὸ ἀπέραντον οὖν τῶν ἐτῶν, τὰ ἐν ταῖς ἡμέραις, καὶ τῶν ἡμερῶν, <τὰ> ἐν ταῖς τῶν ἐτῶν χιλιάσι χίλια ἔτη ἐνέταξεν, ἐπὶ τῇ ἀναπαύσει τῆς τῶν Ἁγίων ἀναστάσεως. Οἶδα ὅτι εἶπε λυθήσεσθαι πάλιν τὸν Δράκοντα· ἀλλ' ἐν αἰνίγματι εἶπεν.
Ἡ γυνὴ χρυσῆ ἔσται πόλις, καὶ τεῖχος ἕξει ἐκ πολυτίμων λίθων. Νοοῦμεν δὲ Ἐκκλησίαν εἶναι τὴν γυναῖκα· καὶ πόλιν ὁμοίως τὴν Ἐκκλησίαν. Νοοῦμεν χρυσῆν αὐτὴν εἶναι διὰ τὸ ἔνδοξον, καὶ ἐκ λίθων τιμίων διὰ τὸ ἄφθαρτον. Τὸν αὐτὸν τρόπον καὶ Ὄφις ἐδείχθη εἶναι ὁ Διάβολος, καὶ ἡ ἅλυσις αὐτοῦ ἡ τοῦ Θεοῦ ἐπιτιμία, καὶ ὁ δεσμὸς τὸ μηκέτι ἔχειν τὴν ἐξουσίαν κατὰ τῆς ἀνθρωπότητος. Οὐκοῦν λύεται, ὅταν ἔλθῃ ἐν τῷ Ἀντιχρίστῳ, ἵνα δείξῃ ὁ Θεὸς ὅτι ἐφίστατο 77 ἢ ἀφίστατο τῆς ἀνθρωπότητος, μὴ δοὺς αὐτῷ ἐξουσίαν κατ' αὐτῆς. Ἀλλὰ τὸ πρωθύστερον δοκεῖ σε ξενίζειν, ὅπερ οὐ δεῖ· περὶ γὰρ τῶν δύο παρουσιῶν εἴρηκεν, ἐν αἷς ὁ Δράκων ποτὲ μὲν δεσμεῖται, ποτὲ δὲ λύεται. Ἐδέθη ἐν τῇ πρώτῃ παρουσίᾳ, εἰπόντος τοῦ Χριστοῦ· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Ἐλύθη πάλιν πρὸς βραχύ, λέγοντος Παύλου· ἀνθ' ὧν οὐκ ἐπίστευσαν τῇ ἀληθείᾳ οἱ ἀσεβεῖς, πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῇ ἀδικίᾳ, ἵνα κατακριθῶσιν οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ. Διὸ καὶ ὁ Σωτὴρ ἔφη τὴν λύσιν τοῦ Ὄφεως, ὅτι ἐπὶ τοσοῦτον ἔσται ἐνεργής, ὥστε σκανδαλισθῆναι, εἰ δυνατόν, φησί, καὶ τοὺς ἐκλεκτούς μου.
Μὴ ἁλύσει δεσμεῖται πνεῦμά ποτε;
Μὴ ἐν ἀβύσσοις φυλακίζεται;
Τὸ νοερὸν ζῷον ἀψηλάφητόν ἐστιν· ἀλλ' ἵνα ἐκ τῶν παρ' ἡμῖν κολαστηρίων μάθωμεν τὰ ἀόρατα, τοῖς παρ' ἡμῖν ὀνόμασι καὶ ὀργάνοις ἀμυντηρίοις καὶ τόποις φυλακτηρίοις εἰς τὴν ὑφήγησιν ἀπεχρήσατο. 78 Πρώτην δὲ εἶπεν ἀνάστασιν καὶ δευτέραν, ἐπειδὴ δύο εἰσὶ τῶν Ἁγίων τάγματα, τῶν δύο Διαθηκῶν, δεῖξαι θέλων ὅτι οἱ τῆς νέας Διαθήκης ἐν πρώτῳ ἀξιώματι ἀναστήσονται, καὶ ἐν δευτέρῳ οἱ τῆς παλαιᾶς Διαθήκης, μιᾶς οὔσης τῆς ἀναστάσεως καὶ ὑπὸ τὸν αὐτὸν χρόνον συνισταμένης· καθὼς καὶ ὁ Παῦλος ἔφη· σαλπίσει γάρ, καὶ πάντες οἱ νεκροὶ ἀναστήσονται. Καὶ ὅτι δύο τάγματα εἶπε, πρώτην καὶ δευτέραν ἀνάστασιν, λέγει ὁ Ἀπόστολος· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ· εἶτα τὸ τέλος.
Ὅτι δὲ μία πάλιν, καὶ ἐν καιρῷ, ἡ πάντων γενήσεται ἀνάστασις, πάλιν ὁ Παῦλος λέγει· ὅτι αὐτὸς ὁ Χριστὸς ἐν κελεύσματι, ἐν φωνῇ Ἀρχαγγέλου καταβήσεται ἐξ οὐρανοῦ, καὶ ἐν σάλπιγγι σαλπίσει, φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες ἐν νεφέλαις ἁρπαγησόμεθα. Ἰδοὺ καὶ νῦν πρωθύστερον ἀνάστασις εἴρηται· οὐ κατὰ τὴν ἐν Ἀποκαλύψει ἔκθεσιν, ἀλλ' ἐνήλλαξεν. Ἐκεῖ γὰρ ἔφη πρώτην ἀνάστασιν δικαίων, ἔπειτα τὴν πάντων· ὧδε δὲ πρώτην τὴν πάντων, εἶτα τῶν δικαίων. Οὐκοῦν οὐ προκρίνει οὐδὲν τὸ πρωθύστερον· ἡ γὰρ ἐξήγησις ἐπιλύει τὸ ζητούμενον· καὶ 79 ὅτι ἁγιωσύνην καλεῖ τοὺς δικαίους καὶ ἑαυτόν. Καὶ ὁ Μωυσῆς εἶπεν· ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Θεὸς ζώντων ἐστὶ καὶ οὐχὶ νεκρῶν· ἵνα ἐντοῖς δυσὶ πράγμασι τούτοις συστῇ τὸ εἰρῆσθαι δύο ἀναστάσεις, οὐ χρονικάς, ἀλλὰ τακτικάς. Ὅθεν ἔφη τὸν Χριστὸν κριτὴν εἶναι ζώντων καὶ νεκρῶν.
Ἀλλὰ καὶ τὸ Εὐαγγέλιον κατάμαθε, καὶ ὄψει τῶν δύο ἀναστάσεων τὴν ἕνωσιν καὶ τὴν διαίρεσιν διὰ τὸ σύγχρονον. Καὶ διὰ τὴν πρακτικὴν ἀπόληψιν τὸ λέγειν στῆσαι ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια. Ἰδοὺ οὖν ἐν τῷ αὐτῷ, εἶπε, στήσει· οὐ νῦν καὶ μετέπειτα. Ἀλλ' ἐπειδὴ πρῶτον τοῖς δικαίοις εἶπεν ὁ Χριστός, ὅτι αὐτοὶ πορεύσονται εἰς ζωὴν αἰώνιον· διὰ τοῦτο καὶ ὁ Ἰωάννης εἶπεν, ὅτι οἱ δίκαιοι πρῶτον ἀναστήσονται, καὶ τὰ χίλια ἔτη ἐνέταξεν ἀντὶ τοῦ ἀπεριγράπτου καὶ ἀναριθμήτου χρόνου, ὡς προεῖπον· καὶ γὰρ ὁ Χριστὸς ἑξῆς εἶπε τοῖς ἁμαρτωλοῖς, ὅτι πορεύσονται εἰς κόλασιν αἰώνιον.
Μὴ οἱ δίκαιοι μετὰ τὸ βασιλεῦσαι σὺν Χριστῷ χίλια ἔτη πάλιν εἰς κρίσιν ἔρχονται; Μὴ γένοιτο!
Τί γάρ; Τεθνήξονται πάλιν, ἵνα τρίτη ἀνάστασις γένηται δι' αὐτούς;
80 Καὶ πῶς λέγει ὁ Παῦλος ὅτι μετὰ τὸ ἀναστῆναι ἐκ νεκρῶν πάντες ἡμεῖς οἱ ζῶντες οι περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ἀλλὰ ἀναστάντων πάντων ὁμοῦ, δικαίων καὶ ἀδίκων, τουτέστι ζώντων καὶ νεκρῶν, τότε οὐ μὴ φθάσωμεν, φησίν, οἱ ζῶντες κοιμηθῆναι, ἀλλ' ἐν νεφέλαις ἁρπαγησόμεθα; Ὅρα οὖν ὅτι ἀναστάντες οἱ δίκαιοι οὐκέτι ἀποθνῄσκουσιν, ἵνα γένηται τρίτη ἀνάστασις καὶ εἰς κρίσιν παραστῶσι Χριστῷ· ὅτι δὲ τῶν τοῦ νόμου Χριστοῦ πρώτη γένηται ἀνάστασις, εἶτα τῶν ἐν τῷ νόμῳ δικαίων, ἔπειτα πάντων τῶν ἁμαρτωλῶν· καὶ ὅλα ὁμοῦ ἐν ἀκαριαίῳ, οὐκ ἐν προδρομῇ χρόνων ἢ καιρῶν εἰς τὸ γενέσθαι τὴν εἰρημένην ἀπὸ Χριστοῦ διάκρισιν.
Αὐτὸς ὁ Παῦλος καὶ ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες, δεικνὺς ὅτι ὁμοῦ ἀναστήσονται τῶν δύο Διαθηκῶν οἱ δίκαιοι σὺν τοῖς ἁμαρτωλοῖς, καὶ οὐκ ἔστιν ἰδιάζουσα τῶν δικαίων τῆς παλαιᾶς Διαθήκης μετὰ τῶν ἁμαρτωλῶν ἀνάστασις, ἢ ἄλλη παρὰ τὴν τῶν ἐν Εὐαγγελίῳ δικαίων· καὶ ὅτι οὐκ εἶπεν, ὑμεῖς οἱ ζῶντες, ὡσανεὶ τινῶν ζώντων ἐπὶ τῆς συγκαταστάσεως Χριστὸν ποιεῖν ἀνάστασιν ἀπὸ οὐρανοῦ 81 ἐπὶ γῆς κατερχόμενον. Πάλιν οὖν ἑαυτὸν συνέταξεν εἰπών, ἡμεῖς οἱ ζῶντες.
Παῦλος δὲ ἐπὶ Νέρωνος θνῄσκει, καὶ ἐν τοῖς προαστίοις Ῥώμης τέθαπται. Πῶς οὖν δόξειεν ἄν τις, ἔτι ὄντος πλήθους ἀνθρώπων ἐπὶ γῆς, τὸν Χριστὸν ποιῆσαι διάκρισιν; Ὅτι δὲ πάλιν οὐχ ὡς ἤδη ἀναστάντων τινῶν δικαίων, καὶ βασιλευσάντων χίλια ἔτη ἐπὶ γῆς, μεθέπειτα δὲ μεθισταμένων ἀπὸ τῆς γῆς, εἶπεν, ἡμεῖς οἱ ζῶντες, ἐκ τοῦ μὴ εἶναι Χριστὸν μετ' αὐτῶν ἐν τῇ γῇ φανερόν· εἰ γὰρ μὴ ἦν σὺν αὐτοῖς, οὐδὲ συνεβασίλευον. Εἰ δὲ οὐ συνεβασίλευον, τί ἄρα ἀνέστησαν;
Πῶς οὖν ὁ τῆς Ἀποκαλύψεως λόγος τελειωθήσεται· εἰπόντος τοῦ Ἰωάννου, ὅτι Χριστὸς βασιλεύων ἡγήσεται τῶν δικαίων, ὅπερ οὖν καὶ γενήσεται; Εἰ δὲ εἶπεν, ὅτι τότε κατέβη ἐξ οὐρανοῦ, κελεύσας Ἀγγέλῳ σαλπίσαι ἀνάστασιν–τοῦτο γάρ ἐστι τὸ καταβήσεται ἐν φωνῇ Ἀρχαγγέλου, τοῦ προδρόμου καὶ κήρυκος, καὶ ἐν κελεύσματι καὶ σάλπιγγι συνέστηκεν ὅτι οὐκ ἦν ἐπὶ γῆς ἀπὸ χιλίων ἐτῶν, ἀλλ' ὅτε παραγέγονε–πῶς οὖν ἦσαν προαναστάντες τινὲς 82 δίκαιοι εἰς τὸ βασιλεῦσαι χίλια ἔτη, τοῦ Χριστοῦ μὴ ὄντος ἐπὶ τῆς γῆς σὺν αὐτοῖς; Ἀλλ' οὐδὲ ἐν ταύτῃ τῇ καταστάσει ἐν τῇ γῇ ὁ Χριστὸς ἐπὶ τῆς παρουσίας αὐτοῦ ἐλεύσεται ἐν ταπεινώσει, ἀλλ' ἐνδόξως. Αὐτὸς γὰρ εἶπεν ὅτι, ὡς ἀστραπὴ ὀφθεῖσα φθάνει ἀπὸ ἀνατολῆς εἰς δύσιν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.
Εἰ δὲ ἀπαρχὴ Χριστός, διατί διαίρεσιν ἔφη, ἔπειτα οἱ τοῦ Χριστοῦ; Οὐ μὴ δὲ διὰ πρώτην καὶ δευτέραν ἀνάστασιν. Εἰ γὰρ διὰ δύο ἀναστάσεις εἶπεν, ἔπειτα οἱ τοῦ Χριστοῦ, καὶ εἶτα τὸ τέλος, εὑρεθήσεται καὶ τῶν ἀπίστων ἀπαρχὴ ὁ Χριστός. Ἀλλὰ μὴ γένοιτο τοῦτο λογίσασθαι· οὐ γὰρ ἀσεβῶν ἀπαρχὴ ὁ Χριστός, ἀλλὰ τῶν εὐσεβῶν μόνων. Πῶς δὲ ἔσται ἀνάστασις πρὸ συντελείας, τοῦ Χριστοῦ ἐρχομένου ἐπὶ τῆς δευτέρας παρουσίας αὐτοῦ; Εἰ δὲ ἔρχεται συμβασιλεῦσαι τοῖς δικαίοις, καὶ αὖθις ἄνεισι, καὶ πάλιν κριτὴς παραγίνεται, τρεῖς πα 87 ρουσίας ποιήσεται. Καὶ πῶς οὐδὲ ἐν μιᾷ Γραφῇ τοῦτο γέγραπται; Ἀλλὰ καὶ ἀδύνατόν ἐστιν· εἰ γὰρ ἔλθῃ πρὸ συντελείας, ὁ κόσμος ἔτι ὢν φθαρτός, ἐν φθορᾷ καὶ τοὺς δικαίους εἶναι ποιεῖ, καὶ πάλιν θανατοῦνται, καὶ τοῦ συναπολαύοντος αὐτοῖς τῆς φθορᾶς. Ἀλλά γε οὐκ ἔστιν οὕτως· ἀπόκειται γάρ, φησὶν ὁ Ἀπόστολος, πάντας ἀποθανεῖν, καὶ μετὰ τοῦτο κρίσις. Οὕτω, φησί, καὶ ὁ Χριστὸς ἅπαξ ἀπέθανε· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Μία οὖν ἐστιν ἡ ἀνάστασις δικαίων καὶ ἀδίκων, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ ἐνισταμένη σαφῶς.